What I mean here is that this Gem imagery and talk of Gold "as clear as glass," seems in actuality to stem from Plato's Phaedo 109a-111c:
Plato. Plato in Twelve Volumes, Vol. 1 translated by Harold North Fowler; Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1966. (From Perseus.com) |
Plato. Platonis Opera, ed. John Burnet. Oxford University Press. 1903. (From Perseus.com) |
[109a] … “Secondly,” said he, “I believe that the earth is very large and that we who dwell between the pillars of Hercules [109b] and the river Phasis live in a small part of it about the sea, like ants or frogs about a pond, and that many other people live in many other such regions. |
[109a] ... ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτό, καὶ ἡμᾶς οἰκεῖν [109β] τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν σμικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλατταν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖσι τοιούτοις τόποις οἰκεῖν. |
For I believe there are in all directions on the earth many hollows of very various forms and sizes, into which the water and mist and air have run together; |
εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ συνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα: |
but the earth itself is pure and is situated in the pure heaven in which the stars are, the heaven which [109c] those who discourse about such matters call the ether; |
αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν [109ξ] τοὺς πολλοὺς τῶν περὶ τὰ τοιαῦτα εἰωθότων λέγειν: |
the water, mist and air are the sediment of this and flow together into the hollows of the earth. |
οὗ δὴ ὑποστάθμην ταῦτα εἶναι καὶ συρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς. |
Now we do not perceive that we live in the hollows, but think we live on the upper surface of the earth, just as if someone who lives in the depth of the ocean should think he lived on the surface of the sea, and, seeing the sun and the stars through the water, should think the sea was the sky, and should, by reason of sluggishness or [109d] feebleness, never have reached the surface of the sea, and should never have seen, by rising and lifting his head out of the sea into our upper world, and should never have heard from anyone who had seen, how much purer and fairer it is than the world he lived in. |
ἡμᾶς οὖν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι, διὰ δὲ [109δ] βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης ἀφιγμένος μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τυγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦ ἑωρακότος. ταὐτὸν δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι: |
I believe this is just the case with us; for we dwell in a hollow of the earth and think we dwell on its upper surface; and the air we call the heaven, and think that is the heaven in which the stars move. |
οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω αὐτῆς οἰκεῖν, καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα: |
But the fact is the same, [109e] that by reason of feebleness and sluggishness, we are unable to attain to the upper surface of the air; |
τὸ δὲ εἶναι ταὐτόν, [109ε] ὑπ᾽ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμᾶς διεξελθεῖν ἐπ᾽ ἔσχατον τὸν ἀέρα: |
for if anyone should come to the top of the air or should get wings and fly up, he could lift his head above it and see, as fishes lift their heads out of the water and see the things in our world, so he would see things in that upper world; |
ἐπεί, εἴ τις αὐτοῦ ἐπ᾽ ἄκρα ἔλθοι ἢ πτηνὸς γενόμενος ἀνάπτοιτο, κατιδεῖν <ἂν> ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν, |
and, if his nature were strong enough to bear the sight, he would recognize that that is the real heaven [110a] and the real light and the real earth. |
καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς [110α] καὶ ἡ ὡς ἀληθῶς γῆ. |
For this earth of ours, and the stones and the whole region where we live, are injured and corroded, as in the sea things are injured by the brine, and nothing of any account grows in the sea, and there is, one might say, nothing perfect there, but caverns and sand and endless mud and mire, where there is earth also, and there is nothing at all worthy to be compared with the beautiful things of our world. |
ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ ἅπας ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶν καὶ καταβεβρωμένα, ὥσπερ τὰ ἐν τῇ θαλάττῃ ὑπὸ τῆς ἅλμης, καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ, οὔτε τέλειον ὡς ἔπος εἰπεῖν οὐδέν ἐστι, σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχανος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ [ἡ] γῆ ᾖ, καὶ πρὸς τὰ παρ᾽ ἡμῖν κάλλη κρίνεσθαι οὐδ᾽ ὁπωστιοῦν ἄξια. |
But the things in that world above would be seen to be even more superior to those in this world of ours. |
ἐκεῖνα δὲ αὖ τῶν παρ᾽ ἡμῖν πολὺ ἂν ἔτι πλέον φανείη διαφέρειν: |
[110b] If I may tell a story, Simmias, about the things on the earth that is below the heaven, and what they are like, it is well worth hearing.” |
[110β] εἰ γὰρ δὴ καὶ μῦθον λέγειν καλόν, ἄξιον ἀκοῦσαι, ὦ Σιμμία, οἷα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. |
“By all means, Socrates,” said Simmias; “we should be glad to hear this story.” |
ἀλλὰ μήν, ἔφη ὁ Σιμμίας, ὦ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν. |
“Well then, my friend,” said he, “to begin with, the earth when seen from above is said to look like those balls that are covered with twelve pieces of leather; it is divided into patches of various colors, of which the colors which we see here may be regarded as samples, such as painters use. |
λέγεται τοίνυν, ἔφη, ὦ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασιν διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἷς δὴ οἱ γραφῆς [110ξ] καταχρῶνται. |
[110c] But there the whole earth is of such colors, and they are much brighter and purer than ours; |
ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι, καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθαρωτέρων ἢ τούτων: |
for one part is purple of wonderful beauty, and one is golden, and one is white, whiter than chalk or snow, and the earth is made up of the other colors likewise, and they are more in number and more beautiful than those which we see here. |
τὴν μὲν γὰρ ἁλουργῆ εἶναι [καὶ] θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση λευκὴ γύψου ἢ χιόνος λευκοτέραν, καὶ ἐκ τῶν ἄλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν. |
For those very hollows of the earth which are full of water and air, present an appearance [110d] of color as they glisten amid the variety of the other colors, so that the whole produces one continuous effect of variety. |
καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔκπλεα [110δ] ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἕν τι αὐτῆς εἶδος συνεχὲς ποικίλον φαντάζεσθαι. |
And in this fair earth the things that grow, the trees, and flowers and fruits, are correspondingly beautiful; |
ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνὰ λόγον τὰ φυόμενα φύεσθαι, δένδρα τε καὶ ἄνθη καὶ τοὺς καρπούς: |
and so too the mountains and the stones are smoother, and more transparent and more lovely in color than ours. |
καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν ἀνὰ τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω: |
In fact, our highly prized stones, sards and [110e] jaspers, and emeralds, and other gems, are fragments of those there, but there everything is like these or still more beautiful. |
ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους [110ε] καὶ πάντα τὰ τοιαῦτα: |
And the reason of this is that there the stones are pure, and not corroded or defiled, as ours are, with filth and brine by the vapors and liquids which flow together here and which cause ugliness and disease in earth and stones and animals and plants. |
ἐκεῖ δὲ οὐδὲν ὅτι οὐ τοιοῦτον εἶναι καὶ ἔτι τούτων καλλίω. τὸ δ᾽ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι οἱ λίθοι εἰσὶ καθαροὶ καὶ οὐ κατεδηδεσμένοι οὐδὲ διεφθαρμένοι ὥσπερ οἱ ἐνθάδε ὑπὸ σηπεδόνος καὶ ἅλμης ὑπὸ τῶν δεῦρο συνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει. |
And the earth there is adorned with all the jewels and also with gold and [111a] silver and everything of the sort. |
τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοις τε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ [111α] τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. |
For there they are in plain sight, abundant and large and in many places, so that the earth is a sight to make those blessed who look upon it. |
ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὄντα πολλὰ πλήθει καὶ μεγάλα καὶ πανταχοῦ τῆς γῆς, ὥστε αὐτὴν ἰδεῖν εἶναι θέαμα εὐδαιμόνων θεατῶν. |
And there are many animals upon it, and men also, some dwelling inland, others on the coasts of the air, as we dwell about the sea, and others on islands, which the air flows around, near the mainland; and in short, what water and the sea are [111b] in our lives, air is in theirs, and what the air is to us, ether is to them. |
ζῷα δ᾽ ἐπ᾽ αὐτῇ εἶναι ἄλλα τε πολλὰ καὶ ἀνθρώπους, τοὺς μὲν ἐν μεσογαίᾳ οἰκοῦντας, τοὺς δὲ περὶ τὸν ἀέρα ὥσπερ ἡμεῖς περὶ τὴν θάλατταν, τοὺς δ᾽ ἐν νήσοις ἃς περιρρεῖν τὸν ἀέρα πρὸς τῇ ἠπείρῳ οὔσας: καὶ ἑνὶ λόγῳ, ὅπερ ἡμῖν τὸ ὕδωρ τε καὶ ἡ θάλαττά ἐστι πρὸς τὴν ἡμετέραν χρείαν, τοῦτο ἐκεῖ [111β] τὸν ἀέρα, ὃ δὲ ἡμῖν ἀήρ, ἐκείνοις τὸν αἰθέρα. |
And the seasons are so tempered that people there have no diseases and live much longer than we, and in sight and hearing and wisdom and all such things are as much superior to us as air is purer than water or the ether than air. |
τὰς δὲ ὥρας αὐτοῖς κρᾶσιν ἔχειν τοιαύτην ὥστε ἐκείνους ἀνόσους εἶναι καὶ χρόνον τε ζῆν πολὺ πλείω τῶν ἐνθάδε, καὶ ὄψει καὶ ἀκοῇ καὶ φρονήσει καὶ πᾶσι τοῖς τοιούτοις ἡμῶν ἀφεστάναι τῇ αὐτῇ ἀποστάσει ᾗπερ ἀήρ τε ὕδατος ἀφέστηκεν καὶ αἰθὴρ ἀέρος πρὸς καθαρότητα. |
And they have sacred groves and temples of the gods, in which the gods really dwell, and they have intercourse with the gods by speech and prophecies and visions, [111c] and they see the sun and moon and stars as they really are, and in all other ways their blessedness is in accord with this. |
καὶ δὴ καὶ θεῶν ἄλση τε καὶ ἱερὰ αὐτοῖς εἶναι, ἐν οἷς τῷ ὄντι οἰκητὰς θεοὺς εἶναι, καὶ φήμας τε καὶ μαντείας καὶ αἰσθήσεις τῶν θεῶν καὶ τοιαύτας συνουσίας [111ξ] γίγνεσθαι αὐτοῖς πρὸς αὐτούς: καὶ τόν γε ἥλιον καὶ σελήνην καὶ ἄστρα ὁρᾶσθαι ὑπ᾽ αὐτῶν οἷα τυγχάνει ὄντα, καὶ τὴν ἄλλην εὐδαιμονίαν τούτων ἀκόλουθον εἶναι. |
Such then is the nature of the earth as a whole, and of the things around it. |
καὶ ὅλην μὲν δὴ τὴν γῆν οὕτω πεφυκέναι καὶ τὰ περὶ τὴν γῆν: |
|
|
So, these parts of the book of Revelation are actually derived (probably indirectly) from