Clement of Alexandria's Citation of Luke in Stromata

Discussion about the New Testament, apocrypha, gnostics, church fathers, Christian origins, historical Jesus or otherwise, etc.
Post Reply
Secret Alias
Posts: 18922
Joined: Sun Apr 19, 2015 8:47 am

Clement of Alexandria's Citation of Luke in Stromata

Post by Secret Alias »

Luke 3:16 Stromata 5.8.55.1 Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου· ὃ δέ, καίτοι φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι 5.8.55.2 κυρίου

Luke 3:21 Stromata 1.21.136.2 ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτηρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεών· Ζαχαρίας γὰρ ὁ Ἰωάννου πατὴρ καὶ πρὸ τοῦ παιδὸς προφητεύειν ἐν τοῖς εὐαγγελίοις λέγεται

Luke 3:23 Stromata 1.21.145.1 Ἐγεννήθη δὲ ὁ κύριος ἡμῶν τῷ ὀγδόῳ καὶ εἰκοστῷ ἔτει, ὅτε 1.21.145.2 πρῶτον ἐκέλευσαν ἀπογραφὰς γενέσθαι ἐπὶ Αὐγούστου. ὅτι δὲ τοῦτ' ἀληθές ἐστιν, ἐν τῷ εὐαγγελίῳ τῷ κατὰ Λουκᾶν γέγραπται οὕτως· ἔτει δὲ πεντεκαιδεκάτῳ ἐπὶ Τιβερίου Καίσαρος ἐγένετο ῥῆμα κυρίου ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱόν. καὶ πάλιν ἐν τῷ αὐτῷ

Luke 3:23 Stromata 6.11.87.2 ἐπιδίμοιροι· τὰ γὰρ νʹ τῶν λʹ ἐπιδίμοιρα. εἰσὶ δ' οἳ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς νʹ δὲ τῆς ἐλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστήν, καὶ τοὺς λʹ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῷ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβʹ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ εἰς τὴν ἑνότητα τῆς πίστεως.

Luke 4:4 Stromata 1.9.44.1 τὴν σύνταξιν συμβαλλόμενος. αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς πολλῶν ἀνθρώπων εἶδεν ἄστεα, καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον· ᾗ τινες καὶ τὸν ἐμπειρικὸν ἀναπλάτ1.9.44.2 τουσιν

Luke 4:5, 8 Stromata καλὸς μὲν ὡς ἀγαπᾶσθαι μόνος πρὸς ἡμῶν τὸ καλὸν τὸ ἀληθινὸν ἐπιποθούν2.5.21.2 των, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, βασιλεὺς δὲ καὶ ὑπὸ παίδων ἀπείρων ἔτι καὶ ὑπὸ Ἰουδαίων ἀπιστούντων καὶ ἀγνοούντων ἀναγορευόμενος καὶ πρὸς αὐτῶν προφητῶν ἀνακηρυττόμενος δείκνυται·

Luke 4:5 Stromata οὐδὲ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ κατὰ τὸν 4.26.170.4 ἀπόστολον. σαφῶς δὲ ἔτι ὁ προφήτης τὴν βουλὴν τοῦ θεοῦ καὶ τὴν προκοπὴν τὴν γνωστικὴν διὰ τούτων διδάσκει· καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ' ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνῳ; <τοῦτο> αἰτεῖται παρὰ σοῦ, τοῦ τὴν ἐξουσίαν ἔχοντος ἑλέσθαι τὴν σωτηρίαν

Luke 4:18 - 9 Stromata ἦν δὲ 1.21.145.3 Ἰησοῦς ἐρχόμενος ἐπὶ τὸ βάπτισμα ὡς ἐτῶν λʹ. καὶ ὅτι ἐνιαυτὸν μόνον ἔδει αὐτὸν κηρῦξαι, καὶ τοῦτο γέγραπται οὕτως· ἐνιαυτὸν δεκτὸν κυρίου κηρῦξαι ἀπέστειλέν με. τοῦτο καὶ ὁ προφήτης εἶπεν 1.21.145.4 καὶ τὸ εὐαγγέλιον.

Luke 4:19 Stromata 5.6.37.4 ἱδρυμένοι παντὸς τοῦ σῳζομένου σώματος. οἵ τε τριακόσιοι ἑξήκοντα κώδωνες οἱ ἀπηρτημένοι τοῦ ποδήρους χρόνος ἐστὶν ἐνιαύσιος, ἐνιαυτὸς κυρίου δεκτός, κηρύσσων καὶ κατηχῶν τὴν μεγίστην τοῦ 5.6.37.5 σωτῆρος ἐπιφάνειαν.

Luke 6:20 Stromata 2.5.22.4 Much more, then, is the Scripture to be believed which says, "It is easier for a camel to go through the eye of a needle, than for a rich man " to lead a philosophic life. But, on the other hand, it blesses "the poor;" as Plato understood (μακαρίζει δ' ἔμπαλιν τοὺς πένητας, ὡς συνῆκεν Πλάτων λέγων) when he said, "It is not the diminishing of one's resources, but the augmenting of insatiableness, that is to be considered poverty; for it is not slender means that ever constitutes poverty, but insatiableness, from which the good man being free, will also be rich." And in Alcibiades he calls vice a servile thing, and virtue the attribute of freemen

Luke 6:20 - 1 Stromata 4.6.25.2 Our holy Saviour applied poverty and riches, and the like, both to spiritual things and objects of sense. For when He said, "Blessed are they that are persecuted for righteousness' sake," He clearly taught us in every circumstance to seek for the martyr who, if poor for righteousness' sake, witnesses that the righteousness which he loves is a good thing; and if he "hunger and thirst for righteousness' sake," testifies that righteousness is the best thing. Likewise he, that weeps and mourns for righteousness' sake, testifies to the best law that it is beautiful (εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης σαφῶς ἡμᾶς διδάσκει ἐν πάσῃ περιστάσει τὸν μάρτυρα ζητεῖν· ὃς ἐὰν πτωχὸς ᾖ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην ἀγαθὸν εἶναι ἣν ἠγάπησεν, κἂν πεινῇ κἂν διψῇ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιο4.6.26.1 σύνην τὸ ἄριστον τυγχάνειν. ὁμοίως δὲ καὶ ὁ κλαίων καὶ ὁ πενθῶν 4.6.26.2 διὰ δικαιοσύνην μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ). As, then, "those that are persecuted," so also "those that hunger and thirst" for righteousness' sake, are called "blessed" by Him who approves of the true desire, which not even famine can put a stop to. And if "they hunger after righteousness itself," they are blessed. "And blessed are the poor," whether "in spirit" or in circumstances -- that is, if for righteousness' sake (ὡς οὖν τοὺς δεδιωγμένους, οὕτω δὲ καὶ τοὺς πεινῶντας καὶ τοὺς διψῶντας διὰ δικαιοσύνην μακαρίους λέγει ὁ τὸν γνήσιον ἀποδεχόμενος πόθον, 4.6.26.3 ὃν οὐδὲ λιμὸς διακόψαι ἴσχυσεν. κἂν τὴν δικαιοσύνην αὐτὴν πεινῶσι, μακάριοι· μακάριοι δὲ καὶ οἱ πτωχοὶ εἴτε πνεύματι εἴτε περιουσίᾳ 4.6.26.4 διὰ δικαιοσύνην δηλονότι). It is not the poor simply, but those that have wished to become poor for righteousness' sake, that He pronounces blessed -- those who have despised the honours of this world in order to attain "the good" likewise also those who, through chastity, have become comely in person and character, and those who are of noble birth, and honourable, having through righteousness attained to adoption, and therefore "have received power to become the sons of God," and "to tread on serpents and scorpions," and to rule over demons and "the host of the adversary."

Luke 6:20 Stromata 20 4.6.34.1 "For I will have mercy on whom I will have mercy," saith the Lord. And they say those things to those who wish to be poor for righteousness' sake. For they have heard in the commandment that "the broad and wide way leadeth to destruction, and many there are who go in by it." It is not of anything else that the assertion is made, but of profligacy, and love of women, and love of glory, and ambition, and similar passions.ἐλεήσω ὃν ἂν ἐλεῶ φησὶ κύριος. λέγει δὲ ταῦτα καὶ τοῖς θέλουσι διὰ τὴν δικαιοσύνην πτωχεῦσαι· ἀκηκόασι γὰρ διὰ τῆς ἐντολῆς, ὅτι πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ 4.6.34.2 οἱ διερχόμενοι δι' αὐτῆς· οὐ περὶ ἄλλου τινός, ἀλλὰ περὶ ἀσωτίας καὶ φιλογυνίας, φιλοδοξίας, φιλαρχίας καὶ τῶν ὁμοίων διαλέγεται παθῶν·

Luke 6:21 Stromata . "For blessed are all those that fear the Lord." You see the corresponding blessing in the Gospel. "Fear not," it is said, "when a man is enriched, and when the glory of his house is increased: because when he dieth he shall leave all, and his glory shall not descend after him." " μακάριοι γὰρ πάντες οἱ φοβούμενοι τὸν 2.13.59.4 κύριον. ὁρᾷς τὸν <τοῖς> ἐν τῷ εὐαγγελίῳ ἐμφερῆ μακαρισμόν; μὴ φοβοῦ, φησίν, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήψεται 2.13.59.5 τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. "But I in Thy I mercy will enter into Thy house. I will worship I toward Thy holy temple, in Thy fear: Lord, lead me in Thy righteousness.

Luke 6:22 Stromata And it is the sum of all virtue, in my opinion, when the Lord teaches us that for love to God we must gnostically despise death. "Blessed are they," says He, "who are persecuted for righteousness' sake, for they shall be called the sons of God;" or, as some of those who transpose the Gospels say, "Blessed are they who are persecuted by righteousness, for they shall be perfect." And, "Blessed are they who are persecuted for my sake; for they shall have a place where they shall not be persecuted." And, "Blessed are ye when men shall hate you, when they shall separate you, when they shall cast out your name as evil, for the Son of man's sake;" (καὶ μακάριοι οἱ δεδιωγμένοι ἕνεκα ἐμοῦ, 4.6.41.3 ὅτι ἕξουσι τόπον ὅπου οὐ διωχθήσονται. καὶ μακάριοί ἐστε, ὅταν οἱ ἄνθρωποι μισήσωσιν ὑμᾶς, ὅταν ἀφορίσωσιν, ὅταν ἐκβάλωσι τὸ 4.6.41.4 ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου) if we do not detest our persecutors, and undergo punishments at their hands, not hating them under the idea that we have been put to trial more tardily than we looked for; but knowing this also, that every instance of trial is an occasion for testifying.

Luke 6:27 - 8 Stromata εἰ δὲ ἀγαθή, ἀντιτασσόμενοι ταῖς ἀγαθαῖς ἐντολαῖς 3.4.36.1 ἀγαθῷ ἀντιτάσσεσθαι καὶ τὰ κακὰ πράσσειν ὁμολογοῦσιν. ἤδη δὲ καὶ ὁ σωτὴρ αὐτός, ᾧ πείθεσθαι ἀξιοῦσιν μόνῳ, τὸ μισεῖν καὶ τὸ λοιδορεῖν κεκώλυκεν καὶ μετὰ τοῦ ἀντιδίκου βαδίζων φίλος αὐτοῦ 3.4.36.2 πειράθητι ἀπαλλαγῆναι φησίν.

Luke 6:28 Stromata ἐπὶ τούτοις ἀκόλουθον οἶμαι ὑπὲρ ὧν κατατρέχουσιν ἡμῶν Ἕλληνες ἀπολογήσασθαι ὀλίγαις συγχρωμένους γραφαῖς, εἴ πως ἠρέμα καὶ ὁ Ἰουδαῖος ἐπαΐων ἐπιστρέψαι δυνηθείη ἐξ ὧν ἐπίστευσεν εἰς ὃν οὐκ 2.1.2.2 ἐπίστευσεν. διαδέξεται δὲ εἰκότως τοὺς γενναίους τῶν φιλοσόφων ἔλεγχος ἀγαπητικὸς τοῦ βίου τε αὐτῶν καὶ τῆς εὑρέσεως τῶν καινῶν δογμάτων, οὐκ ἀμυνομένων ἡμῶν τοὺς κατηγόρους (πολλοῦ γε καὶ δεῖ, τοὺς εὐλογεῖν μεμαθηκότας τοὺς καταρωμένους, κἂν βλασφήμους κενῶς καταφέρωσιν ἡμῶν λόγους), ἀλλ' εἰς ἐπιστροφὴν τὴν ἐκείνων αὐτῶν, εἴ πως ἐπαισχυνθεῖεν οἱ πάνσοφοι δι' ἐλέγχου βαρβάρου σωφρονισθέντες, ὡς διιδεῖν ὀψὲ γοῦν δυνηθῆναι, ὁποῖα ἄρα εἴη τὰ 2.1.2.3 μαθήματα, ἐφ' ἃ στέλλονται τὰς ἀποδημίας τὰς διαποντίους.

Luke 6:28 Stromata 2.18.90.2 γυμνασαμένους ὑπὲρ τῶν ἐχθρῶν προσεύχεσθαι διδάξῃ. οὔτε γὰρ φθονεῖν καὶ ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λυπεῖσθαι προσῆκεν οὐδὲ μὴν ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν καρποῦσθαι. κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ὑποζύγιον εὕρῃς, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα ἀπαγαγὼν ἀπόδος.

Luke 6:28 Stromata γνω7.14.84.5 στικοῦ τὴν τελειότητα ὑπογράφει. οὐ γὰρ ἐπὶ τοῦ ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν ἵστησι τὸν γνωστικὸν μόνον, ἀλλὰ καὶ ἀμνησίκακον εἶναι διδάσκει, μηδὲ εὔχεσθαι κατὰ τοῦ ἀδικήσαντος ἐπιτρέπων·

Luke 6:29 Stromata 2.14.61.1 Ἐκράτει μὲν οὖν ὁ νόμος τότε καὶ τὸν ἀκουσίως φονεύσαντα 2.14.61.2 ὡς τὸν ἀκουσίως γονορρυῆ, ἀλλ' οὐ κατ' ἴσον
τῷ ἑκουσίως. καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν· τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου, ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν· πιστὸς δὲ ᾕρηται πνοῇ κρύπτειν πράγματα. τὰ προαιρετικὰ τοί2.14.61.3 νυν κρίνεται

Luke 6:29 Stromata Ἃ δὲ μὴ ποιοῦμεν, ἤτοι διὰ τὸ μὴ δύνασθαι οὐ ποιοῦμεν ἢ διὰ 2.17.77.3 τὸ μὴ βούλεσθαι ἢ δι' ἀμφότερα. οὐχ ἱπτάμεθα μὲν οὖν, ἐπειδὴ οὔτε δυνάμεθα οὔτε βουλόμεθα· οὐ νηχόμεθα δὲ φέρ' εἰπεῖν ἄρτι, ἐπειδὴ δυνάμεθα μέν, οὐ βουλόμεθα δέ· οὐκ ἐσμὲν δὲ ὡς ὁ κύριος, 2.17.77.4 ἐπειδὴ βουλόμεθα μέν, οὐ δυνάμεθα δέ.

Luke 6:30 Stromata 3.4.27.3 ἀφροδισίων συμπλοκὴν κοινωνίαν ἀσεβῶς κεκλήκασιν. φασὶ γοῦν τινα αὐτῶν ἡμετέρᾳ παρθένῳ ὡραίᾳ τὴν ὄψιν προσελθόντα φάναι· γέγραπται "7παντὶ τῷ αἰτοῦντί σε δίδου"7, τὴν δὲ σεμνῶς πάνυ ἀποκρίνασθαι μὴ συνιεῖσαν τὴν τἀνθρώπου ἀσέλγειαν·

Luke 6:35 Stromata ἀγάπην οὖν ἀσκεῖν τὸν τέλειον χρή, κἀνθένδε 4.13.93.3 ἐπὶ τὴν θείαν φιλίαν σπεύδειν, δι' ἀγάπην ἐκτελοῦντα τὰς ἐντολάς. τὸ δὲ ἀγαπᾶν τοὺς ἐχθροὺς οὐκ ἀγαπᾶν τὸ κακὸν λέγει οὐδὲ ἀσέβειαν ἢ μοιχείαν ἢ κλοπήν, ἀλλὰ τὸν κλέπτην καὶ τὸν ἀσεβῆ καὶ τὸν μοιχόν, οὐ καθὸ ἁμαρτάνει καὶ τῇ ποιᾷ ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσηγορίαν, καθὸ δὲ ἄνθρωπός ἐστι καὶ ἔργον θεοῦ.

Luke 6:35 Stromata 4.14.95.1 Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς προστίθησιν· ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τὴν ἐξομοίωσιν 4.14.95.2 τὴν πρὸς θεὸν αἰνισσόμενος.

Luke 6:36 Stromata ν 2.19.100.4 ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν. φησὶ γὰρ ὁ νόμος· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξετε. τὴν μὲν γὰρ ἐξομοίωσιν ὁ νόμος ἀκολουθίαν ὀνομάζει· ἡ δὲ τοιαύτη ἀκολουθία κατὰ δύναμιν ἐξομοιοῖ. γίνεσθε, φησὶν ὁ κύριος, ἐλεήμονες καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων 2.19.101.1 ἐστίν.

Luke 6:40 Stromata οὐκ ἐσμὲν δὲ ὡς ὁ κύριος, 2.17.77.4 ἐπειδὴ βουλόμεθα μέν, οὐ δυνάμεθα δέ. οὐδεὶς γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀρκετὸν δὲ ἐὰν γενώμεθα ὡς ὁ διδάσκαλος, οὐ κατ' οὐσίαν, ἀδύνατον γὰρ ἴσον εἶναι πρὸς τὴν ὕπαρξιν τὸ θέσει τῷ φύσει, τῷ δὲ ἀιδίους γεγονέναι καὶ τὴν τῶν ὄντων θεωρίαν ἐγνωκέναι καὶ υἱοὺς προσηγορεῦσθαι καὶ τὸν πατέρα ἀπὸ τῶν οἰκείων καθορᾶν 2.17.77.5 μόνον. προηγεῖται τοίνυν πάντων τὸ βούλεσθαι·

Luke 6:44 Stromata ἀποθέσθωσαν οὖν καὶ αὐτοὶ ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος αὐτῶν, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς ἐπιθυμίαις, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον 3.5.44.1 εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. τὰ γὰρ τῆς πολιτείας ἐλέγχει σαφῶς τοὺς ἐγνωκότας τὰς ἐντολάς, ἐπεὶ οὐχ οἷος ὁ λόγος τοῖος ὁ βίος· ἀπὸ δὲ τῶν καρπῶν τὸ δένδρον, οὐκ ἀπὸ τῶν ἀνθῶν 3.5.44.2 καὶ πετάλων, γνωρίζεται

Luke 6:46 Stromata 4.7.43.4 πέπρακεν· ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθ' ἑκάστην πρᾶξιν μαρτυροῦσι, ποιοῦντες μὲν ὃ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ δι' ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι, οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες.

Luke 6:46 Stromata 7.16.104.4 τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ. διὸ καὶ ἐπήγαγεν· ἀλλ' οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν. τίς οὗτος; ὁ εἰπών· τί με λέγετε "κύριε" καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου; τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν 7.16.104.5 οὐκ ἐπιστάμενον, ὕδωρ ζωῆς γνωστικῆς. ναί, φασίν, ἡ γνῶσις εἴρηται φυσιοῦν. πρὸς οὕς φαμεν·

Luke 6:46 Stromata ταυτὶ γὰρ τοὺς αἱρετικοὺς ἐνδείκνυται ὀνόματι μὲν πατρὸς καὶ υἱοῦ ἐπιβεβηκότας, τὴν δὲ τῶν λογίων ἀκριβῆ σαφήνειαν λεπτουργεῖν καὶ καταλεαίνειν ἐξασθενοῦντας, πρὸς δὲ καὶ τὰ ἔργα τῆς δικαιοσύνης ὁλοσχερέστερον, οὐχὶ δὲ ἀκριβέστερον μετερχομένους, εἴ γε καὶ 7.18.110.1 μετέλθοιεν. τοιούτοις τισὶν ὁ κύριος λέγει· τί με λέγετε "κύριε κύριε" καὶ οὐ ποιεῖτε ἃ λέγω; ἀκάθαρτοι δὲ πάμπαν οἱ μὴ διχηλοῦντες μηδὲ ἀνάγοντες μηρυκισμόν.

Luke 7;33 - 4 Stromata 3.6.52.4 ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. ἀλλὰ καὶ ὁ κύριος περὶ ἑαυτοῦ λέγων ἦλθεν φησὶν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλός. ἢ καὶ τοὺς ἀποστόλους ἀποδοκιμάζουσι

Luke 8:5, 8 Stromata 1.1.1.3 αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον. λέγει γοῦν ὁ Σολομών· υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐντολῆς ἐμῆς κρύψῃς παρὰ σεαυτῷ ὑπακούσεται σοφίας τὸ οὖς σου. σπειρόμενον τὸν λόγον κρύπτεσθαι μηνύει καθάπερ ἐν γῇ τῇ τοῦ 1.1.2.1 μανθάνοντος ψυχῇ, καὶ αὕτη πνευματικὴ φυτεία.

Luke 8:5, 8 Stromata 1.1.7.1 Εἰ γοῦν ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς, τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἐργατῶν εὐπορία γένηται. ἡ γεωργία δὲ διττή· ἣ μὲν γὰρ ἄγραφος. ἣ δ' ἔγγραφος. ὁποτέρως δ' ἂν ὁ τοῦ κυρίου ἐργάτης σπείρῃ τοὺς εὐγενεῖς πυροὺς καὶ τοὺς στάχυς αὐξήσῃ τε καὶ θερίσῃ, θεῖος ὄντως ἀναφανήσεται γεωργός.

Luke 8:5, 8 Stromata 1.7.37.2 ἢ ἀποτιλθέντα. καὶ δὴ κἀνταῦθα χρησιμεύει ἡ τοῦ σπόρου παραβολή, ἣν ὁ κύριος ἡρμήνευσεν. εἷς γὰρ ὁ τῆς ἐν ἀνθρώποις γῆς γεωργὸς ὁ ἄνωθεν σπείρων ἐκ καταβολῆς κόσμου τὰ θρεπτικὰ σπέρματα, ὁ τὸν κύριον καθ' ἕκαστον καιρὸν ἐπομβρίσας λόγον, οἱ καιροὶ δὲ καὶ 1.7.37.3 οἱ τόποι οἱ δεκτικοὶ τὰς διαφορὰς ἐγέννησαν. ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσὶ διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ 1.7.37.4 ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματα·

Luke 8:5 - 7 Stromata Ὡς οὖν ἐπὶ τὸν ποιητὴν τὸν θεὸν πᾶσα ἀνατρέχει πατριά, οὕτως καὶ ἐπὶ τὸν κύριον ἡ τῶν καλῶν διδασκαλία καὶ ἡ δικαιοῦσα 6.7.59.2 καὶ εἰς τοῦτο χειραγωγοῦσά τε καὶ συλλαμβάνουσα. εἰ δ' ἔκ τινος ποιήσεως τὰ τῆς ἀληθείας ὁτῳδήποτε τρόπῳ λαβόντες σπέρματα οὐκ ἐξέθρεψάν τινες, γῇ δὲ ἀγόνῳ καὶ ἀνομβρίᾳ παραδεδωκότες ἀγρίαις συνεπνίξαντο βοτάναις, καθάπερ οἱ Φαρισαῖοι ἐξετράπησαν τοῦ νόμου ἀνθρωπίνας παρεισάγοντες διδασκαλίας, τούτων οὐχ ὁ 6.7.59.3 διδάσκαλος αἴτιος, ἀλλ' οἱ παρακούειν προῃρημένοι

Luke 8:14 Stromata πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς 4.6.31.5 εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν. οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ' αὐτῶν καὶ μὴ 4.6.32.1 καρποφορῆσαι δυνηθῆναι.

Luke 8:15 Stromata 7.12.80.2 οἱ φίλοι. αὔξων οὖν τὰ παρ' αὐτῷ κατατιθέμενα σπέρματα καθ' ἣν ἐνετείλατο κύριος γεωργίαν, ἀναμάρτητος μὲν μένει, ἐγκρατὴς δὲ γίνεται, καὶ μετὰ τῶν ὁμοίων διάγει τῷ πνεύματι ἐν τοῖς χοροῖς 7.12.80.3 τῶν ἁγίων, κἂν ἐπὶ γῆς ἔτι κατέχηται.

Luke 8:17 Stromata 1.1.13.3 κἄν τις λέγῃ γεγράφθαι οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, οὐδὲ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, ἀκουσάτω καὶ παρ' ἡμῶν, ὅτι τῷ κρυπτῶς ἐπαίοντι τὸ κρυπτὸν φανερωθήσεσθαι διὰ τοῦδε προεθέσπισεν τοῦ λογίου, καὶ τῷ παρακεκαλυμμένως τὰ
παραδιδόμενα οἵῳ τε παραλαμβάνειν δηλωθήσεται τὸ κεκαλυμμένον ὡς ἡ ἀλήθεια, καὶ τὸ τοῖς πολλοῖς κρυπτόν, τοῦτο τοῖς ὀλίγοις φανερὸν 1.1.13.4 γενήσεται

Luke 8:27 Stromata 2.20.114.6 τὸν τρόπον τοῦτον καὶ ἡ καρδία, μέχρι μὴ προνοίας τυγχάνει, ἀκάθαρτος οὖσα, πολλῶν οὖσα δαιμόνων οἰκητήριον· ἐπειδὰν δὲ ἐπισκέψηται αὐτὴν ὁ μόνος ἀγαθὸς πατήρ, ἡγίασται καὶ φωτὶ διαλάμπει, καὶ οὕτω μακαρίζεται ὁ ἔχων τὴν τοιαύτην καρδίαν, ὅτι ὄψεται τὸν θεόν.

Luke 9:16 Stromata διὸ μεσαίτατον οὐρανοῦ φασι καὶ γῆς̣ ἄλλοι δὲ κόσμου 5.6.33.3 τοῦ νοητοῦ καὶ τοῦ αἰσθητοῦ λέγουσιν εἶναι σύμβολον. τὸ μὲν
οὖν κάλυμμα κώλυμα λαϊκῆς ἀπιστίας ἐπίπροσθε τῶν πέντε τετάνυστο 5.6.33.4 κιόνων, εἶργον τοὺς ἐν τῷ περιβόλῳ. ταύτῃ τοι μυστικώτατα πέντε ἄρτοι πρὸς τοῦ σωτῆρος κατακλῶνται καὶ πληθύνουσι τῷ ὄχλῳ τῶν ἀκροωμένων. πολὺς γὰρ ὁ τοῖς αἰσθητοῖς ὡς μόνοις οὖσι προσανέχων.

Luke 9:58 Stromata 1.3.23.2 τοῦτό που αἰνίσσεται ἡ σωτήριος ἐκείνη φωνή· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· μόνῳ γάρ, οἶμαι, τῷ πιστεύοντι, διακεκριμένῳ τέλεον τῶν ἄλλων τῶν πρὸς τῆς γραφῆς θηρίων εἰρημένων, ἐπαναπαύεται τὸ κεφάλαιον 1.3.23.3 τῶν ὄντων, ὁ χρηστὸς καὶ ἥμερος λόγος, ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·

Luke 9:58 Stromata τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν 4.6.31.1 οὕτως ὀνομάσαντος τοῦ κυρίου; αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, 4.6.31.2 ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι. αἱ ἀλώπεκες ἄρα φωλεοὺς ἔχουσι. τοὺς ἀμφὶ τὸν μεταλλευόμενον καὶ γεωρυχούμενον διατρίβοντας πλοῦτον κακοήθεις ἀνθρώπους καὶ γηγενεῖς ἀλώπεκας προσ 4.6.31.3 εῖπεν. ὡσαύτως καὶ ἐπὶ τοῦ Ἡρώδου ὑπάγετε, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ 4.6.31.4 αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· πετεινὰ γὰρ οὐρανοῦ τοὺς οὐρανῷ τῶν ἄλλων ὀρνέων διακεκριμένους, καθαροὺς τῷ ὄντι, τοὺς 4.6.31.5 εἰς τὴν τοῦ οὐρανίου λόγου γνῶσιν πτητικοὺς προσεῖπεν. οὐ γὰρ δὴ μόνον πλούτου καὶ δόξης καὶ γάμου, ἀλλὰ καὶ πενίας τῷ μὴ φέροντι μυρίαι φροντίδες, καὶ μή τι ταύτας ἐν τῇ παραβολῇ τοῦ τετραμεροῦς σπόρου ᾐνίξατο τὰς μερίμνας, τὸ σπέρμα τοῦ λόγου φήσας τὸ εἰς ἀκάνθας καὶ φραγμοὺς πεσὸν συμπνιγῆναι ὑπ' αὐτῶν καὶ μὴ 4.6.32.1 καρποφορῆσαι δυνηθῆναι.

Luke 9:60 Stromata 3.4.25.1 Τῶν δὲ ἀφ' αἱρέσεως ἀγομένων Μαρκίωνος μὲν τοῦ Ποντικοῦ ἐπεμνήσθημεν δι' ἀντίταξιν τὴν πρὸς τὸν δημιουργὸν τὴν 3.4.25.2 χρῆσιν τῶν κοσμικῶν παραιτουμένου. γίνεται δὲ αὐτῷ τῆς ἐγκρατείας αἴτιος, εἴ γε τοῦτο ἐγκράτειαν ῥητέον, αὐτὸς ὁ δημιουργός, πρὸς ὃν ὁ θεομάχος οὗτος γίγας ἀνθεστάναι οἰόμενος ἄκων ἐστὶν 3.4.25.3 ἐγκρατὴς κατατρέχων καὶ τῆς κτίσεως καὶ τοῦ πλάσματος. κἂν συγχρήσωνται τῇ τοῦ κυρίου φωνῇ λέγοντος τῷ Φιλίππῳ· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀκολούθει μοι, ἀλλ' ἐκεῖνο σκοπείτωσαν ὡς τὴν ὁμοίαν τῆς σαρκὸς πλάσιν καὶ 3.4.25.4 Φίλιππος φέρει, νεκρὸν οὐκ ἔχων μεμιαμμένον.

Luke 9:60 Stromata 4.25.155.5 νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς. ὅθεν Ἱερεμίας λέγει·

Luke 9:62 Stromata ὁ γὰρ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, τὸν ὄντως πατέρα καὶ διδάσκαλον τῆς ἀληθείας, τὸν ἀναγεννῶντα καὶ ἀνακτίζοντα καὶ τιθηνούμενον τὴν ψυχὴν τὴν ἐξειλεγμένην, οὐκ ἔστι μου ἄξιος, <ἄξιος> λέγει τοῦ εἶναι υἱὸς θεοῦ καὶ μαθητὴς θεοῦ ὁμοῦ 7.16.93.6 καὶ φίλος καὶ συγγενής. οὐδεὶς γὰρ εἰς τὰ ὀπίσω βλέπων καὶ ἐπιβάλλων τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον εὔθετος τῇ βασιλείᾳ τοῦ θεοῦ.

Luke 10:2 Stromata 1.1.7.1 Εἰ γοῦν ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς, τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἐργατῶν εὐπορία γένηται. ἡ γεωργία δὲ διττή· ἣ μὲν γὰρ ἄγραφος. ἣ δ' ἔγγραφος. ὁποτέρως δ' ἂν ὁ τοῦ κυρίου ἐργάτης σπείρῃ τοὺς εὐγενεῖς πυροὺς καὶ τοὺς στάχυς αὐξήσῃ τε καὶ θερίσῃ, θεῖος ὄντως ἀναφανήσεται 1.1.7.2 γεωργός.

Luke 10:7 Stromata 2.18.94.3 ὁ δὲ αὐτὸς νόμος διαγορεύει βοῦν ἀλοῶντα μὴ φιμοῦν· δεῖ γὰρ 2.18.94.4 καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι. ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ' ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ ὅτι τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας 2.18.94.5 ὁρμώμενον.

Luke 10:19 Stromata μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς περι4.6.26.5 ποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δι' ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεοῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν 4.6.27.1 κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.

Luke 10:22 Stromata βασιλεὺς τοίνυν ἐστὶν ὁ ἄρχων κατὰ νόμους ὁ τὴν τοῦ ἄρχειν ἑκόντων ἐπιστήμην ἔχων, οἷός ἐστιν ὁ κύριος τοὺς εἰς αὐτὸν καὶ δι' αὐτοῦ πιστεύοντας προσιέμενος. 1.24.159.6 πάντα γὰρ παρέδωκεν ὁ θεὸς καὶ πάντα ὑπέταξεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

Luke 10:22 Stromata 1.28.178.2 οὗτός ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως τε γνωστέον ἑαυτούς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, καὶ ὡς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι νοεῖν· οὐδεὶς γὰρ ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀπο1.28.179.1 καλύψῃ.

Luke 10:22 Stromata 5.1.12.2 ζήσεται ἡ καρδία αὐτῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. οἱ γὰρ ζητοῦντες κατὰ τὴν ζήτησιν τὴν ἀληθῆ αἰνοῦντες κύριον ἐμπλησθήσονται τῆς δόσεως τῆς παρὰ τοῦ θεοῦ, τουτέστι τῆς γνώσεως, καὶ ζήσεται ἡ ψυχὴ αὐτῶν

Luke 10:22 Stromata · ἀλλ' ὃ βούλεται δηλοῦν αὐτῶν 5.11.71.5 ἕκαστον, κατὰ τὸν οἰκεῖον ἐπιδειχθήσεται τόπον. οὔκουν ἐν τόπῳ τὸ πρῶτον αἴτιον, ἀλλ' ὑπεράνω καὶ τόπου καὶ χρόνου καὶ ὀνόματος καὶ νοήσεως. διὰ τοῦτο καὶ ὁ Μωυσῆς φησιν ἐμφάνισόν μοι σαυτόν, ἐναργέστατα αἰνισσόμενος μὴ εἶναι διδακτὸν πρὸς ἀνθρώπων μηδὲ ῥητὸν τὸν θεόν, ἀλλ' ἢ μόνῃ τῇ παρ' αὐτοῦ δυνάμει γνωστόν. ἡ μὲν γὰρ ζήτησις ἀειδὴς καὶ ἀόρατος, ἡ χάρις δὲ τῆς γνώσεως παρ' 5.11.72.1 αὐτοῦ διὰ τοῦ υἱοῦ. σαφέστατα δὲ ὁ Σολομὼν μαρτυρήσει ἡμῖν ὧδέ πως λέγων·

Luke 10:22 Stromata 5.13.84.3 κἂν τραγικώτερον εἴπῃ τις μὴ πιστεύειν· οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, ἀλλ' ἴστω αὐτὸν τὸν θεὸν διὰ τοῦ υἱοῦ τὰς γραφὰς κηρύξαντα. πιστὸς δὲ ὁ τὰ οἰκεῖα καταγγέλλων, ἐπεὶ μηδεὶς φησὶν ὁ κύριος 5.13.85.1 τὸν πατέρα ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

Luke 10:22 Stromata τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν τὰ λόγια τοῦ θεοῦ νύκτωρ καὶ μεθ' ἡμέραν μελετώντων καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ, ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν 7.18.109.3 καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ. ὅσα δὲ μήτε ἑκάτερον μήτε τὸ ἕτερον τούτων ἔχει, ὡς ἀκάθαρτα ἀφορίζει. αὐτίκα τὰ ἀνάγοντα μηρυκισμόν, μὴ διχηλοῦντα δέ, τοὺς Ἰουδαίους αἰνίσσεται τοὺς πολλούς, οἳ τὰ μὲν λόγια τοῦ θεοῦ ἀνὰ στόμα ἔχουσιν, τὴν δὲ πίστιν καὶ τὴν βάσιν δι' υἱοῦ πρὸς τὸν πατέρα παραπέμπουσαν οὐκ 7.18.109.4 ἔχουσιν ἐπερειδομένην τῇ ἀληθείᾳ. ὅθεν καὶ ὀλισθηρὸν τὸ γένος τῶν τοιούτων θρεμμάτων, ὡς ἂν μὴ σχιδανοπόδων ὄντων μηδὲ τῇ διπλόῃ τῆς πίστεως ἐπερειδομένων· οὐδεὶς γάρ, φησί, γινώσκει 7.18.109.5 τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. ἔμπαλίν τε αὖ ἀκάθαρτα ὁμοίως κἀκεῖνα, ὅσα διχηλεῖ μέν, μηρυκισμὸν δὲ οὐκ 7.18.109.6 ἀνάγει. ταυτὶ γὰρ τοὺς αἱρετικοὺς ἐνδείκνυται ὀνόματι μὲν πατρὸς καὶ υἱοῦ ἐπιβεβηκότας, τὴν δὲ τῶν λογίων ἀκριβῆ σαφήνειαν λεπτουργεῖν καὶ καταλεαίνειν ἐξασθενοῦντας, πρὸς δὲ καὶ τὰ ἔργα τῆς δικαιοσύνης ὁλοσχερέστερον, οὐχὶ δὲ ἀκριβέστερον μετερχομένους, εἴ γε καὶ 7.18.110.1 μετέλθοιεν.

Luke 10:27 Stromata ὅτῳ τοίνυν <τὰ> τῷ ὄντι καλὰ φαίνεται ἥδιστα, παρ' 4.23.149.8 αὑτοῦ πορίζεται ὃν ποθεῖ καρπόν, τὴν τῆς ψυχῆς εὐστάθειαν. ὁ δὲ ἐμοῦ ἀκούων, φησίν, ἀναπαύσεται ἐπ' εἰρήνῃ πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ σου καὶ τῇ διανοίᾳ σου ἐπὶ τῷ θεῷ. τούτῳ δυνατὸν τῷ τρόπῳ τὸν γνωστικὸν ἤδη γενέσθαι θεόν· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου. 4.23.150.1 φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς τῶν σοφῶν τὰς ψυχὰς θεοὺς γίνεσθαι ὧδέ πως γράφων·

Luke 11:2, 4 Stromata διὰ τούτων ἑαυτὸν ἑνοποιεῖ τῷ θείῳ χορῷ, ἐκ τῆς συνε7.7.49.5 χοῦς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος. τί δ'; οὐ καὶ τὴν ἄλλην θυσίαν τὴν κατὰ τοὺς δεομένους ἐπίδοσιν καὶ δογμάτων 7.7.49.6 καὶ χρημάτων γιγνώσκει; καὶ μάλα. ἀλλὰ τῇ διὰ στόματος εὐχῇ οὐ πολυλόγῳ χρῆται, παρὰ τοῦ κυρίου καὶ ἃ χρὴ αἰτεῖσθαι μαθών. ἐν παντὶ τοίνυν τόπῳ, οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς 7.7.49.7 εὔξεται·

Luke 11:4 Stromata 7.13.81.1 Οὐδέποτε τῶν εἰς αὐτὸν ἁμαρτησάντων μέμνηται, ἀλλὰ ἀφίησι. διὸ καὶ δικαίως εὔχεται, ἄφες ἡμῖν λέγων· καὶ γὰρ ἡμεῖς 7.13.81.2 ἀφίεμεν· ἓν γάρ ἐστι καὶ τοῦτο ὧν ὁ θεὸς βούλεται, μηδενὸς ἐπιθυμεῖν, μηδένα μισεῖν· ἑνὸς γὰρ θελήματος ἔργον οἱ πάντες ἄνθρω7.13.81.3 ποι. καὶ μή τι τὸν γνωστικὸν τέλειον εἶναι βουλόμενος ὁ σωτὴρ ἡμῶν ὡς τὸν οὐράνιον πατέρα, τουτέστιν ἑαυτόν, ὁ λέγων δεῦτε, τέκνα, ἀκούσατέ μου φόβον κυρίου, οὐ τῆς δι' ἀγγέλων βοηθείας ἐπιδεῆ ἔτι εἶναι βούλεται τοῦτον, παρ' ἑαυτοῦ δὲ ἄξιον γενόμενον λαμβάνειν, καὶ τὴν φρουρὰν ἔχειν παρ' ἑαυτοῦ διὰ τῆς εὐπειθείας; 7.13.81.4 ὁ τοιοῦτος ἀπαιτεῖ παρὰ κυρίου, οὐχὶ δὲ καὶ αἰτεῖ. καὶ ἐπὶ τῶν πενομένων ἀδελφῶν οὐκ αὐτὸς αἰτήσεται ὁ γνωστικὸς οὐ χρημάτων περιουσίαν εἰς μετάδοσιν, ἐκείνοις δὲ ὧν δέονται χορηγίαν εὔξεται 7.13.81.5 γενέσθαι.

Luke 11:9 Stromata 1.11.51.4 Ἀκίνητον μὲν οὖν πρὸς ἀλήθειαν καὶ τῷ ὄντι ἀργὸν οὐ βούλεται εἶναι τὸν πιστεύσαντα ὁ λόγος· ζητεῖτε γὰρ καὶ εὑρήσετε λέγει, ἀλλὰ τὴν ζήτησιν εἰς εὕρεσιν περαιοῖ, τὴν κενὴν ἐξελάσας φλυαρίαν, 1.11.51.5 ἐγκρίνων δὲ τὴν ὀχυροῦσαν τὴν πίστιν ἡμῖν θεωρίαν.

Luke 11:9 Stromata 2.20.116.1 ἐπισκοτοῦσι γοῦν τῷ φωτὶ τῷ νοερῷ ἐπισπωμένης τῆς ψυχῆς τὰς ἐκ τῆς ἐπιθυμίας ἀναδόσεις καὶ παχυνούσης τὰς συστροφὰς τῶν παθῶν 2.20.116.2 ἐνδελεχείᾳ ἡδονῶν. χρυσοῦ δὲ ἀπὸ γῆς οὐκ αἴρεται βῶλος, ἀλλ' ἀφε ψόμενος διυλίζεται, ἔπειτα καθαρὸς γενόμενος χρυσὸς ἀκούει, γῆ κεκαθαρμένη. αἰτεῖσθε γὰρ καὶ δοθήσεται ὑμῖν τοῖς ἐξ ἑαυτῶν 2.20.116.3 ἑλέσθαι τὰ κάλλιστα δυναμένοις λέγεται

Luke 11:9 Stromata . λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι 3.7.57.3 τοῦ θεοῦ. διὰ τοῦτο εἶπεν αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. ταύτην ἔλαβεν τὴν χάριν καὶ ὁ Μωυσῆς τὸ ἐνδεὲς σῶμα περικείμενος, ἵνα 3.7.57.4 τεσσαράκοντα ἡμέρας μήτε πεινάσῃ μήτε διψήσῃ.

Luke 11:9 Stromata ἐπὴν δ' εἰς ἄκρον ἵκηται, ῥηιδίη δὴ 'πειτα πέλει, χαλεπή περ ἐοῦσα. 4.2.5.3 στενὴ γὰρ τῷ ὄντι καὶ τεθλιμμένη ἡ ὁδὸς κυρίου, καὶ βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ, ὅθεν ζήτει φησὶ καὶ εὑρήσεις, τῆς 4.2.6.1 βασιλικῆς ὄντως ἐχόμενος ὁδοῦ καὶ μὴ παρεκτρέχων.

Luke 11:9 Stromata 5.1.11.1 Τὴν πίστιν τοίνυν οὐκ ἀργὴν καὶ μόνην, ἀλλὰ σὺν ζητήσει δεῖν προβαίνειν φαμέν. οὐ γὰρ τοῦτο λέγω μηδ' ὅλως ζητεῖν· ζήτει γάρ, καὶ εὑρήσεις λέγει. 5.1.11.2 τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον, 5.1.11.3 κατὰ τὸν Σοφοκλέα. τὰ δ' ὅμοια καὶ Μένανδρος ὁ κωμικὸς λέγει· πάντα τὰ ζητούμενα δεῖσθαι μερίμνης φασὶν οἱ σοφώτατοι.

Luke 11:9 - 10 Stromata · ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώπῳ ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρό5.14.96.3 νον. ἴσον γὰρ τούτοις ἐκεῖνα δύναται· οὐ παύσεται ὁ ζητῶν, ἕως ἂν εὕρῃ· εὑρὼν δὲ θαμβηθήσεται, θαμβηθεὶς δὲ βασιλεύσει, βασιλεύσας δὲ ἐπαναπαήσεται

Luke 11:9 Stromata 6.12.101.4 αὐτίκα τῇ Ἄννῃ ἐννοηθείσῃ μόνον τοῦ παιδὸς ἐδόθη σύλληψις τοῦ Σαμουήλ. αἴτησαι, φησὶν ἡ γραφή, καὶ ποιήσω·

Luke 11:9 Stromata . ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν 7.7.41.3 ὑπὸ τῶν Κυρηναϊκῶν λεγομένων φιλοσόφων· ἀντιρρήσεως δ' ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν 7.7.41.4 ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι

Luke 11:9 Stromata "7 7.12.73.1 Ὁ μὲν οὖν γνωστικὸς δι' ὑπερβολὴν ὁσιότητος αἰτούμενος μᾶλλον ἀποτυχεῖν ἕτοιμος ἢ μὴ αἰτούμενος τυχεῖν. εὐχὴ γὰρ αὐτῷ ὁ βίος ἅπας καὶ ὁμιλία πρὸς θεόν, κἂν καθαρὸς ᾖ ἁμαρτημάτων, πάντως οὗ βούλεται τεύξεται. λέγει γὰρ ὁ θεὸς τῷ δικαίῳ· αἴτησαι, 7.12.73.2 καὶ δώσω σοί·

Luke 11:9 Stromata ἀλλ' οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο. ἦ πού γ' ἂν ἡμεῖς οἱ τῆς ὄντως ἀληθοῦς ἀντεχόμενοι φιλοσοφίας, οἷς ἄντικρυς ἡ γραφὴ εὑρέσεως χάριν ἐπὶ 8.1.1.2 τὸ διερευνᾶσθαι τὸ ζητεῖν παρεγγυᾷ· οἱ μὲν γὰρ νεώτεροι τῶν παρ' Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα ζητεῖτε εἶπεν καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν.

Luke 11:33 Stromata . συνελόντι γὰρ φάναι ἡ συγγυμνασία 1.1.12.3 ἕξιν ἐμποιεῖ ὑγιεινὴν καὶ πνεύμασι καὶ σώμασιν. οὐδεὶς ἅπτει λύχνον καὶ ὑπὸ τὸν μόδιον τίθησιν, ἀλλ' ἐπὶ τῆς λυχνίας φαίνειν τοῖς τῆς ἑστιάσεως τῆς αὐτῆς κατηξιωμένοις. τί γὰρ ὄφελος σοφίας μὴ σοφιζούσης τὸν οἷόν τε ἐπαΐειν; ἔτι τε καὶ ὁ σωτὴρ σῴζει αἰεὶ καὶ αἰεὶ ἐργάζεται, ὡς βλέπει τὸν πατέρα. διδάσκων τις μανθάνει πλεῖον καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ἐπακούουσιν αὐτοῦ· εἷς γὰρ ὁ διδάσκαλος καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ ἐπιπη1.1.13.1 γάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον, ᾗ καὶ οὐ κεκώλυκεν ὁ κύριος ἀπὸ ἀγαθοῦ σαββατίζειν, μεταδιδόναι δὲ τῶν θείων μυστηρίων καὶ τοῦ φωτὸς ἐκείνου τοῦ ἁγίου τοῖς χωρεῖν δυναμένοις συγκεχώ 1.1.13.2 ρηκεν

Luke 11:34 Stromata τριττὴ δὲ θεραπεία οἰήσεως, καθάπερ καὶ παντὸς πάθους, μάθησίς τε τοῦ αἰτίου καὶ τοῦ πῶς ἂν ἐξαιρεθείη τοῦτο, καὶ τρίτον ἡ ἄσκησις τῆς ψυχῆς καὶ ὁ ἐθισμὸς 7.16.99.1 πρὸς <τὸ> τοῖς κριθεῖσιν ὀρθῶς ἔχειν ἀκολουθεῖν δύνασθαι. ὡς γὰρ ὀφθαλμὸς τεταραγμένος, οὕτως καὶ ἡ ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν οὐχ οἵα τε τὸ φῶς τῆς ἀληθείας διιδεῖν ἀκριβῶς, ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορᾷ. ἐν οὖν θολερῷ ὕδατι καὶ τὰς ἐγχέλεις 7.16.99.2 ἁλίσκεσθαί φασιν ἀποτυφλουμένας. καὶ καθάπερ τὰ πονηρὰ παιδία τὸν παιδαγωγὸν ἀποκλείει, οὕτως οὗτοι τὰς προφητείας εἴργουσιν 7.16.99.3 ἑαυτῶν τῆς ἐκκλησίας, ὑφορώμενοι δι' ἔλεγχον καὶ νουθεσίαν.

Luke 11:40 Stromata 3.4.34.1 Ἐντεῦθεν ἄλλοι τινὲς κινηθέντες μιαροὶ καὶ οὐτιδανοὶ τὸν ἄνθρωπον ὑπὸ διαφόρων δυνάμεων πλασθῆναι λέγουσι, καὶ τὰ μὲν μέχρις ὀμφαλοῦ θεοειδεστέρας τέχνης εἶναι, τὰ ἔνερθε δὲ τῆς ἥττονος, 3.4.34.2 οὗ δὴ χάριν ὀρέγεσθαι συνουσίας. λέληθε δὲ αὐτοὺς ὅτι καὶ τὰ ἀνωτέρω μέρη τῆς τροφῆς ὀριγνᾶται καὶ λαγνεύει τισίν, ἐναντιοῦνται δὲ καὶ τῷ Χριστῷ πρὸς τοὺς Φαρισαίους εἰρηκότι τὸν αὐτὸν θεὸν καὶ τὸν ἐκτὸς ἡμῶν καὶ τὸν ἔσω ἄνθρωπον πεποιηκέναι. ἀλλὰ καὶ ἡ ὄρεξις οὐ τοῦ σώματός ἐστι, κἂν διὰ τὸ σῶμα γίνηται.

Luke 12:3 Stromata σοφοὶ δὲ οὐκ ἐκφέρουσιν ἐκ 1.12.56.2 στόματος, ἃ διαλογίζονται ἐν συνεδρίῳ. ἀλλ' ὃ ἀκούετε εἰς τὸ οὖς, φησὶν ὁ κύριος, κηρύξατε ἐπὶ τῶν δωμάτων, τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς καὶ ἐξόχως ἑρμηνευομένας ἐκδέχεσθαι κελεύων, καὶ καθάπερ ἠκούσαμεν εἰς τὸ οὖς, οὕτω καὶ παραδιδόναι οἷς δέον, οὐχὶ δὲ πᾶσιν ἀνέδην ἐκδιδόναι τὰ ἐν παρα1.12.56.3 βολαῖς εἰρημένα πρὸς αὐτοὺς παραγγέλλων

Luke 12:3 Stromata 6.15.115.1 Ὁ γνωστικὸς ἄρα τὴν προσεχεστέραν ἀναμάσσεται ὁμοιότητα, τὴν διάνοιαν τὴν τοῦ διδασκάλου, ἥντινα ἐκεῖνος νοῶν ἐνετείλατό τε καὶ συνεβούλευσε τοῖς φρονίμοις καὶ σώφροσι, ταύτην συνιείς, ὡς ὁ διδάξας ἐβούλετο, καὶ ἰδίᾳ τὴν νόησιν ἀναλαβὼν τὴν μεγαλοπρεπῆ, διδάξας μὲν ἀξιολόγως ἐπὶ τῶν δωμάτων τοὺς ὑψηλῶς οἰκοδομεῖσθαι δυναμένους, προκατάρξας δὲ τῆς τῶν λεγομένων 6.15.115.2 ἐνεργείας κατὰ τὸ ὑπόδειγμα τῆς πολιτείας

Luke 12:7 Stromata ὥστ' οὐκ ἄτοπον καὶ τὴν φιλοσοφίαν ἐκ τῆς θείας προνοίας δεδόσθαι προπαιδεύουσαν εἰς τὴν διὰ Χριστοῦ τελείωσιν, ἢν μὴ ἐπαισχύνηται γνώσει βαρβάρῳ 6.17.153.2 μαθητεύουσα φιλοσοφία προκόπτειν εἰς ἀλήθειαν. ἀλλ' αἱ μὲν τρίχες ἠρίθμηνται καὶ τὰ εὐτελῆ κινήματα, φιλοσοφία δὲ πῶς οὐκ ἐν 6.17.153.3 λόγῳ; καίτοι καὶ τῷ Σαμψὼν ἐν ταῖς θριξὶν ἡ δύναμις ἐδόθη, ἵνα καὶ τὰς ἀποβλήτους τῶν ἐν τῷ βίῳ τέχνας, τὰς κειμένας καὶ μενούσας μετὰ τὴν ἔξοδον τῆς ψυχῆς χαμαί, μὴ ἄνευ τῆς θείας δυνάμεως 6.17.153.4 ἐννοήσῃ δίδοσθαι.

Luke 12:8 - 9, 11 Stromata 6.8.69.3 τῷ ὄντι γὰρ ἡ μὲν ὁρμὴ καθάπερ γνῶσίς ἐστιν ἐπὶ τῶν ὄντων κινουμένη, γνῶσις δὲ αὐτὸ τοῦτο, θέα τίς ἐστι τῆς ψυχῆς τῶν ὄντων 6.8.70.1 ἤτοι τινὸς ἢ τινῶν, τελειωθεῖσα δὲ τῶν συμπάντων. καίτοι φασί τινες τὸν σοφὸν ἄνθρωπον πεπεῖσθαι εἶναί τινα ἀκατάληπτα, ὡς καὶ περὶ τούτων ἔχειν τινὰ κατάληψιν, καταλαμβάνοντος, ὅτι ἀκα6.8.70.2 τάληπτα ἔσται τὰ ἀκατάληπτα. ὅπερ ἐστὶ κοινὸν καὶ τῶν ὀλίγον προορᾶσθαι δυναμένων· βεβαιοῖ γὰρ ὁ τοιοῦτος εἶναί τινα ἀκατάληπτα. ὁ γνωστικὸς δὲ ἐκεῖνος, περὶ οὗ λέγω, τὰ δοκοῦντα ἀκατάληπτα εἶναι τοῖς ἄλλοις αὐτὸς καταλαμβάνει, πιστεύσας ὅτι οὐδὲν ἀκατάληπτον τῷ υἱῷ τοῦ θεοῦ, ὅθεν οὐδὲ ἀδίδακτον· ὁ γὰρ δι' ἀγάπην τὴν πρὸς ἡμᾶς παθὼν οὐδὲν ἂν ὑποστείλαιτο εἰς διδασκαλίαν 6.8.70.3 τῆς γνώσεως. γίνεται τοίνυν αὕτη ἡ πίστις ἀπόδειξις βεβαία, ἐπεὶ 6.8.70.4 τοῖς ὑπὸ τοῦ θεοῦ παραδοθεῖσιν ἀλήθεια ἕπεται. εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων ὁ τῆς σοφίας μαθητής.

Luke 12:8 - 9 Stromata ἀλλ' οὐδὲ ζηλοῖ (οὐδὲ γὰρ ἐνδεῖ τι αὐτῷ πρὸς ἐξομοίωσιν τῷ καλῷ καὶ ἀγαθῷ εἶναι· οὐδὲ ἄρα φιλεῖ τινα τὴν κοινὴν ταύτην φιλίαν, ἀλλ' ἀγαπᾷ τὸν κτίστην διὰ τῶν 6.9.72.1 κτισμάτων). οὔτ' οὖν ἐπιθυμίᾳ καὶ ὀρέξει τινὶ περιπίπτει οὔτε ἐνδεής ἐστι κατά γε τὴν ψυχὴν τῶν ἄλλων τινός, συνὼν ἤδη δι' ἀγάπης τῷ ἐραστῷ, ᾧ δὴ ᾠκείωται κατὰ τὴν αἵρεσιν, καὶ τῇ ἐξ ἀσκήσεως ἕξει τούτῳ προσεχέστερον συνεγγίζων, μακάριος ὢν διὰ τὴν τῶν ἀγαθῶν περιουσίαν, ὥστε ἕνεκά γε τούτων ἐξομοιοῦσθαι 6.9.72.2 βιάζεται τῷ διδασκάλῳ εἰς ἀπάθειαν·

Luke 12:11 - 12 Stromata οὐ γάρ ἐστιν ἔτι ὄρεξις τοῦ ἀγαπῶντος ἡ ἀγάπη, στερκτικὴ δὲ οἰκείωσις, εἰς τὴν ἑνότητα τῆς πίστεως ἀποκαθεστακυῖα τὸν γνωστικόν, χρόνου 6.9.73.4 καὶ τόπου μὴ προσδεόμενον. ὃ δ' ἐν οἷς ἔσται, δι' ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ
ὀρέγεταί τινος, 6.9.73.5 ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν. εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ' ἄρα ζηλώσει ἐξομοιω6.9.73.6 θῆναι τοῖς καλοῖς <τὸ> εἶναι δι' ἀγάπης ἔχων τοῦ κάλλους.

Luke 12:15, 20, 22 - 23, 30 - 31 Stromata ἄφρον, γὰρ οὕτως ἔφη, ὅτι τῇ νυκτὶ ταύτῃ ἀπαιτοῦσί 4.6.34.3 σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας αὐτῇ, τίνι γένηται; καὶ τὰ μὲν τῆς ἐντολῆς ὧδε ἔχει κατὰ λέξιν· φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ. 4.6.34.4 τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς 4.6.34.5 ψυχῆς αὐτοῦ; διὰ τοῦτο λέγω· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβάλητε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ 4.6.34.6 τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. καὶ πάλιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε τούτων ἁπάντων· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὴν δικαιοσύνην, ταῦτα γὰρ μεγάλα, τὰ 4.6.35.1 δὲ μικρὰ καὶ περὶ τὸν βίον, ταῦτα προστεθήσεται ὑμῖν.

Luke 12:16, 20 Stromata · ὁ μὲν γὰρ σπείρων καὶ πλείονα συνάγων οὗτός ἐστιν ὁ διὰ τῆς ἐπιγείου καὶ προσκαίρου μεταδόσεως τὰ οὐράνια κτώμενος καὶ τὰ αἰώνια, ἕτερος δὲ ὁ μηδενὶ μεταδιδούς, κενῶς δὲ θησαυρίζων ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει (περὶ οὗ γέγραπται· συνάγων τοὺς μισθοὺς συνήγαγεν εἰς δεσμὸν τετρυπη3.6.56.3 μένον), τούτου τὴν χώραν εὐφορῆσαι λέγει ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, ἔπειτα τοὺς καρποὺς ἀποθέσθαι βουληθέντα, οἰκοδομησόμενον ἀποθήκας μείζονας κατὰ τὴν προσωποποιίαν εἰπεῖν πρὸς ἑαυτόν· ἔχεις ἀγαθὰ πολλὰ ἀποκείμενά σοι εἰς ἔτη πολλά, φάγε, πίε, εὐφραίνου· ἄφρον οὖν, ἔφη, ταύτῃ γὰρ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. ἃ οὖν ἡτοίμασας, τίνι γένηται; 3.7.57.1 Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται, ἡ καθ' ἡμᾶς δὲ τὸ μὴ ἐπιθυμεῖν, οὐχ ἵνα τις ἐπιθυμῶν καρτερῇ, ἀλλ' ὅπως καὶ τοῦ ἐπιθυμεῖν ἐγκρα3.7.57.2 τεύηται. λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι 3.7.57.3 τοῦ θεοῦ.

Luke 12:22 - 23 Stromata τὸ δὲ εὐχερὲς τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ μὴ δι' ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές, ἀλλὰ μᾶλλον τὸ 1.10.48.4 τούτου ἐναντίον ἀνελεύθερον, ἔστιν δ' ὅτε ἀναγκαῖον. ταῦτα ὡς ἔνι μάλιστα διὰ βραχέων ἐξήνεγκεν ἡ γραφή, μὴ πολὺς ἐν ῥήμασι γίνου λέγουσα· ἡ μὲν γὰρ λέξις οἷον ἐσθὴς ἐπὶ σώματος, τὰ δὲ πράγματα σάρκες εἰσὶ καὶ νεῦρα. οὐ χρὴ τοίνυν τῆς ἐσθῆτος πρὸ τῆς 1.10.48.5 τοῦ σώματος σωτηρίας κήδεσθαι.

Luke 12:22, 31 Stromata 7.7.45.4 Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἄριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον, ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς συμβαί7.7.46.1 νουσιν. εὐλόγως οὖν οὐδὲν ἐπιζητεῖ τῶν κατὰ τὸν βίον εἰς τὴν ἀναγκαίαν χρῆσιν εὐθέτων, πεπεισμένος ὡς ὁ τὰ πάντα εἰδὼς θεὸς ὅ τι 7.7.46.2 ἂν συμφέρῃ καὶ οὐκ αἰτουμένοις τοῖς ἀγαθοῖς χορηγεῖ

Luke 12:33 - 34 Stromata 1.6.34.1 Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία, ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτήν, καὶ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὕστινας. οὐ γὰρ φύσει, μαθήσει δὲ οἱ καλοὶ κἀ1.6.34.2 γαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνῆται.

Luke 12:33 Stromata 4.6.33.7 αἰτουμένους. οὗτός ἐστι τῷ ὄντι βαλλάντιον μὴ παλαιούμενον, ἐφόδιον ζωῆς ἀιδίου, θησαυρὸς ἀνέκλειπτος ἐν οὐρανῷ, ὅτι ἐλεῶν 4.6.34.1 ἐλεήσω ὃν ἂν ἐλεῶ φησὶ κύριος. λέγει δὲ ταῦτα καὶ τοῖς θέλουσι διὰ τὴν δικαιοσύνην πτωχεῦσαι·

Luke 12:33 Stromata 5.4.23.2 καὶ τὰ τούτοις ὅμοια. λέγει δὲ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου τὸ πνεῦμα· δώσω σοι θησαυροὺς σκοτεινοὺς ἀποκρύφους. θησαυροὶ δὲ τοῦ θεοῦ καὶ πλοῦτος ἀνεκλιπὴς ἡ δυσθήρατός ἐστι σοφία

Luke 12:34 Stromata ὃ δὲ καὶ πράσσων τὰ ἄριστα λανθάνειν βούλεται τοὺς ἀνθρώπους, τὸν κύριον ἅμα καὶ ἑαυτὸν πείθων, ὅτι κατὰ τὰς ἐντολὰς βιοῖ, προκρίνων ταῦτα ἐξ ὧν εἶναι πεπίστευκεν 7.12.77.6 (ὅπου γὰρ ὁ νοῦς τινος, φησίν, ἐκεῖ καὶ ὁ θησαυρὸς αὐτοῦ), αὐτὸς ἑαυτὸν μειονεκτεῖ πρὸς τὸ μὴ ὑπεριδεῖν ποτε ἐν θλίψει γενόμενον ἀδελφὸν διὰ τὴν ἐν τῇ ἀγάπῃ τελείωσιν, ἐὰν ἐπίστηται μάλιστα ῥᾷον ἑαυτὸν τοῦ ἀδελφοῦ τὴν ἔνδειαν οἴσοντα.

Luke 12:48 Stromata 2.23.147.4 τωλοῦ, ὡς τὸ ἐπιστρέψαι. αὐτίκα λιθόλευστοι γίνονται ὡς ἂν διὰ σκληροκαρδίαν ἀποθανόντες τῷ νόμῳ, ᾧ μὴ ἐπείσθησαν, τῇ δὲ ἱερείᾳ ἐπιτείνεται τὰ τῆς κολάσεως, ὅτι ᾧ πλεῖον ἐδόθη, οὗτος καὶ ἀπαιτηθήσεται. 2.23.147.5 Περιγεγράφθω καὶ ὁ δεύτερος ἡμῖν ἐνθάδε Στρωματεὺς διὰ τὸ μῆκός τε καὶ πλῆθος τῶν κεφαλαίων. (end of chapter)

Luke 12:58 Stromata εἰ δὲ ἀγαθή, ἀντιτασσόμενοι ταῖς ἀγαθαῖς ἐντολαῖς 3.4.36.1 ἀγαθῷ ἀντιτάσσεσθαι καὶ τὰ κακὰ πράσσειν ὁμολογοῦσιν. ἤδη δὲ καὶ ὁ σωτὴρ αὐτός, ᾧ πείθεσθαι ἀξιοῦσιν μόνῳ, τὸ μισεῖν καὶ τὸ λοιδορεῖν κεκώλυκεν καὶ μετὰ τοῦ ἀντιδίκου βαδίζων φίλος αὐτοῦ 3.4.36.2 πειράθητι ἀπαλλαγῆναι φησίν

Luke 13:20 - 21 Stromata ἀνοίξει ἐν παραβολαῖς τὸ στόμα αὐτοῦ καὶ ἐξερεύξεται τὰ 5.12.80.8 ἀπὸ καταβολῆς κόσμου κεκρυμμένα. ἤδη δὲ καὶ διὰ τῆς περὶ τὴν ζύμην παραβολῆς τὴν ἐπίκρυψιν ὁ κύριος δηλοῖ· φησὶ γάρ· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς 5.12.80.9 ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. ἤτοι γὰρ ἡ τριμερὴς καθ' ὑπακοὴν σῴζεται ψυχὴ διὰ τὴν ἐγκρυβεῖσαν αὐτῇ κατὰ τὴν πίστιν πνευματικὴν δύναμιν, ἢ ὅτι ἡ ἰσχὺς τοῦ λόγου ἡ δοθεῖσα ἡμῖν, σύντονος οὖσα καὶ δυνατή, πάντα τὸν καταδεξάμενον καὶ ἐντὸς ἑαυτοῦ κτησάμενον αὐτὴν ἐπικεκρυμμένως τε καὶ ἀφανῶς πρὸς ἑαυτὴν 5.12.81.1 ἕλκει καὶ τὸ πᾶν αὐτοῦ σύστημα εἰς ἑνότητα συνάγει.

Luke 13:24 Stromata 5.5.31.1 Πάλιν αὖ δύο ὁδοὺς ὑποτιθεμένου τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὁμοίως τοῖς προφήταις ἅπασι καὶ τὴν μὲν καλούντων στενὴν καὶ τεθλιμμένην τὴν κατὰ τὰς ἐντολὰς καὶ ἀπαγορεύσεις περιεσταλμένην, τὴν δὲ ἐναντίαν τὴν εἰς ἀπώλειαν φέρουσαν πλατεῖαν καὶ εὐρύχωρον, ἀκώλυτον ἡδοναῖς τε καὶ θυμῷ, καὶ φασκόντων μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν 5.5.31.2 οὐκ ἔστη, ὅ τε τοῦ Κείου Προδίκου ἐπί τε τῆς Ἀρετῆς καὶ τῆς Κακίας μῦθος πρόεισιν, καὶ Πυθαγόρας οὐκ ὀκνεῖ ἀπαγορεύειν τὰς λεωφόρους ὁδοὺς βαδίζειν, προστάττων μὴ δεῖν ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἀκρίτοις καὶ ἀνομολογουμέναις οὔσαις.

Luke 13:32 Stromata 4.6.31.3 εῖπεν. ὡσαύτως καὶ ἐπὶ τοῦ Ἡρώδου ὑπάγετε, εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ἰδού, ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ 4.6.31.4 αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι·

Luke 14:11 Stromata ἢ γὰρ οὐχ οὕτως τινὲς τῶν ἡμετέρων τὸ μὲν κατ' εἰκόνα εὐθέως κατὰ τὴν γένεσιν εἰληφέναι τὸν ἄνθρωπον, τὸ καθ' ὁμοίωσιν δὲ ὕστερον κατὰ τὴν τελείωσιν μέλλειν ἀπολαμβάνειν ἐκ2.22.132.1 δέχονται; αὐτίκα ὁ Πλάτων τὴν ὁμοίωσιν ταύτην μετὰ ταπεινοφροσύνης ἔσεσθαι τῷ ἐναρέτῳ διδάσκων ἐκεῖνό που ἑρμηνεύει·

Luke 14:16, 20 Stromata τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν 4.6.31.1 οὕτως ὀνομάσαντος τοῦ κυρίου; αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, 4.6.31.2 ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι

Luke 14:20 Stromata τάχα δὲ καὶ ἐπιθυμίαις δεδουλωμένους ἀλλοκότοις οἶδεν αὐτούς, δι' ἃς καὶ συνεχῶς δουλούμενοι ταῖς ἁμαρτίαις ἐπιπράσκοντο τοῖς ἀλλοφύλοις, ἐπεὶ παρά γε τοῖς Ἰουδαίοις οὐκ ἦσαν 3.12.90.4 ἀποδεδειγμέναι γυναῖκες κοιναί, ἀλλὰ καὶ ἡ μοιχεία ἀπηγόρευτο. ὁ δὲ εἰπὼν γυναῖκα ἔγημα καὶ οὐ δύναμαι ἐλθεῖν εἰς τὸ δεῖπνον τὸ θεῖον ὑπόδειγμα ἦν εἰς ἔλεγχον τῶν διὰ ἡδονὰς ἀφισταμένων τῆς θείας ἐντολῆς, ἐπεὶ τούτῳ τῷ λόγῳ οὔθ' οἱ πρὸ τῆς παρουσίας δίκαιοι οὔθ' οἱ μετὰ τὴν παρουσίαν γεγαμηκότες κἂν ἀπόστολοι ὦσι 3.12.90.5 σωθήσονται.

Luke 14:26 Stromata 3.15.97.2 δοθείσης βοηθείας. ὃς δ' ἂν μὴ μισήσῃ, φασί, πατέρα ἢ μητέρα 3.15.97.3 ἢ γυναῖκα ἢ τέκνα, ἐμὸς εἶναι μαθητὴς οὐ δύναται.

Luke 14:26 Stromata 6.12.100.2 τὸ ζῆν ἄρα τὸ ἐνταῦθα ἀναγκαῖον ἡγούμενος εἰς ἐπιστήμης συναύξησιν καὶ τὴν περιποίησιν τῆς γνώσεως, οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ζῆν περὶ πλείστου ποιήσεται, μήτ' οὖν παῖδας μήτ' αὖ γάμον ἢ τοὺς γονεῖς τῆς πρὸς τὸν θεὸν ἀγάπης καὶ τῆς ἐν βίῳ 6.12.100.3 δικαιοσύνης προτιμῶν.

Luke 14:26 - 27, 33 Stromata 7.12.79.5 οὐ γὰρ μετουσίᾳ θερμότητος θερμὸς οὐδὲ πυρὸς φωτεινός, ἀλλ' εἶναι ὅλος φῶς βούλεται. οὗτος οἶδεν ἀκριβῶς τὸ εἰρημένον· ἐὰν μὴ μισήσητε τὸν πατέρα καὶ τὴν μητέρα, πρὸς ἔτι δὲ καὶ τὴν ἰδίαν ψυχήν, καὶ ἐὰν μὴ τὸ σημεῖον βαστάσητε. 7.12.79.6 τάς τε γὰρ προσπαθείας τὰς σαρκικὰς πολὺ τῆς ἡδονῆς τὸ φίλτρον ἐχούσας μεμίσηκεν καὶ καταμεγαλοφρονεῖ πάντων τῶν εἰς δημιουργίαν καὶ τροφὴν τῆς σαρκὸς οἰκείων, ἀλλὰ καὶ τῆς σωματικῆς ψυχῆς κατεξανίσταται, στόμιον ἐμβαλὼν ἀφηνιάζοντι τῷ 7.12.79.7 ἀλόγῳ πνεύματι, ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος. τὸ σημεῖον δὲ βαστάσαι τὸν θάνατόν ἐστιν περιφέρειν, ἔτι ζῶντα πᾶσιν ἀποταξάμενον, ἐπεὶ μὴ ἴση ἐστὶν ἀγάπη τοῦ σπείραντος τὴν σάρκα καὶ τοῦ τὴν ψυχὴν εἰς ἐπιστήμην κτίσαντος.

Luke 15:7 Stromata 2.15.69.3 τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὰ ἑξῆς ἕως καὶ οὐκ ἦν ὁ ἐπιζητῶν οὐδὲ ὁ ἀποστρέφων· μεγάλη γὰρ χαρὰ παρὰ τῷ πατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος, ὁ 2.15.69.4 κύριός φησι.

Luke 15:17 Stromata 4.21.130.1 Ἐνταῦθα τὸ τέλειον εὑρίσκω πολλαχῶς ἐκλαμβανόμενον κατὰ τὸν ἐν ἑκάστῃ κατορθοῦντα ἀρετῇ. τελειοῦται γοῦν τις καὶ ὡς εὐλαβὴς καὶ ὡς ὑπομονητικὸς καὶ ὡς ἐγκρατὴς καὶ ὡς ἐργάτης 4.21.130.2 καὶ ὡς μάρτυς καὶ ὡς γνωστικός

Luke 16:12 Stromata ἀλλὰ πῶς κατὰ θεὸν πολιτεύεται ὁ πάσῃ ἐπιθυμίᾳ ἔκδοτον ἑαυτὸν παρασχὼν τοῦ κυρίου 3.4.31.2 φήσαντος ἐγὼ δὲ λέγω, μὴ ἐπιθυμήσῃς; ἑκὼν δέ τις ἁμαρτάνειν βούλεται καὶ δόγμα τίθησι τὸ μοιχεύειν καὶ καθηδυπαθεῖν καὶ λυμαίνεσθαι τοὺς ἄλλων γάμους, ὅπου γε καὶ τοὺς ἄλλους ἄκοντας ἁμαρ3.4.31.3 τάνοντας ἐλεοῦμεν; κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ 3.4.31.4 ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν.

Luke 16:13 Stromata 3.4.26.2 παρθένους, ἄφθορον δὲ διαμεῖναι τὸν υἱόν· ὧν οὕτως ἐχόντων ἀποβολὴ πάθους ἦν εἰς μέσον τῶν ἀποστόλων ἡ τῆς ζηλοτυπουμένης ἐκκύκλησις γυναικός, καὶ ἡ ἐγκράτεια τῶν περισπουδάστων ἡδονῶν τὸ παραχρῆσθαι τῇ σαρκὶ ἐδίδασκεν. οὐ γάρ, οἶμαι, ἐβούλετο κατὰ τὴν τοῦ σωτῆρος ἐντολὴν δυσὶ κυρίοις δουλεύειν, ἡδονῇ 3.4.26.3 καὶ θεῷ.

Luke 16:13 Stromata πάνυγοῦν δυσωπητικῶς διὰ 3.12.81.2 τῆς συγχωρήσεως εἴργει· πάλιν γὰρ ἐπὶ ταὐτὸ συγχωρήσας γενέσθαι διὰ τὸν σατανᾶν καὶ τὴν ἀκρασίαν, τὸν πεισθησόμενον "δυσὶ κυρίοις μέλλειν δουλεύειν" ἀπεφήνατο, διὰ μὲν συμφωνίας θεῷ, διὰ δὲ τῆς 3.12.81.3 ἀσυμφωνίας ἀκρασίᾳ καὶ πορνείᾳ καὶ διαβόλῳ.

Luke 16:13 Stromata φῶς οὖν τῆς κατὰ τὴν γραφὴν ὁμοιότητος ὁ 4.6.30.4 Ἰσραήλ, ὁ δὲ ἄλλος εἰκών. τί δὲ βούλεται ἡ τοῦ Λαζάρου παραβολὴ τῷ κυρίῳ πλουσίου καὶ πένητος εἰκόνα δεικνύουσα; τί δὲ οὐδεὶς δύναται δυσὶ δουλεύειν κυρίοις, θεῷ καὶ μαμωνᾷ, τὴν φιλαργυρίαν 4.6.31.1 οὕτως ὀνομάσαντος τοῦ κυρίου; αὐτίκα εἰς τὴν κλῆσιν τοῦ δείπνου οἱ φιλοκτήμονες κληθέντες οὐκ ἀπαντῶσιν, οὐ διὰ τὸ κεκτῆσθαι, 4.6.31.2 ἀλλὰ διὰ τὸ προσπαθῶς κεκτῆσθαι.

Luke 16:13 Stromata ὅπου γε καὶ λόγον φέροντά τινα ἡδονὴν καὶ κίνημα διανοίας καὶ 7.12.71.6 ἐνέργημα τερπνὸν ὑφορᾶται; οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, θεῷ καὶ μαμωνᾷ. οὐ τὸ ἀργύριον λέγων φησὶ ψιλῶς οὕτως, ἀλλὰ τὴν ἐκ τοῦ ἀργυρίου εἰς τὰς ποικίλας ἡδονὰς χορηγίαν· τῷ ὄντι οὐχ οἷόν τε τὸν θεὸν ἐγνωκότα μεγαλοφρόνως καὶ ἀληθῶς ταῖς ἀντικειμέναις δουλεύειν ἡδοναῖς.

Luke 16:16 Stromata ἐπὴν δ' εἰς ἄκρον ἵκηται, ῥηιδίη δὴ 'πειτα πέλει, χαλεπή περ ἐοῦσα. 4.2.5.3 στενὴ γὰρ τῷ ὄντι καὶ τεθλιμμένη ἡ ὁδὸς κυρίου, καὶ βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ, ὅθεν ζήτει φησὶ καὶ εὑρήσεις, τῆς 4.2.6.1 βασιλικῆς ὄντως ἐχόμενος ὁδοῦ καὶ μὴ παρεκτρέχων.

Luke 16:16 Stromata 5.8.55.1 Οὗτος μὲν οὖν ὁ τύπος νόμου καὶ προφητῶν ὁ μέχρις Ἰωάννου· ὃ δέ, καίτο φανερώτερον λαλήσας ὡς ἂν μηκέτι προφητεύων, ἀλλὰ δεικνύων ἤδη παρόντα τὸν ἐξ ἀρχῆς καταγγελλόμενον συμβολικῶς, ὅμως οὔκ εἰμι φησὶν ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι 5.8.55.2 κυρίου

Luke 16:16 Stromata γέγονεν γὰρ αὐτοῖς ὁ βίος τὸ πιθανὸν ζητοῦσιν, οὐ τὸ ἀληθές· ἐκ μιμήσεως δὲ 6.17.149.5 ἀλήθεια οὐ διδάσκεται, ἀλλ' ἐκ μαθήσεως. οὐ γὰρ ἵνα δόξωμεν εἶναι <χρηστοί, εἰς> Χριστὸν πιστεύομεν, καθάπερ οὐδὲ εἰς τὸν ἥλιον ἕνεκά γε τοῦ φαίνεσθαι μόνον ἐν ἡλίῳ ὄντας παρερχόμεθα, ἀλλ' ἐνταῦθα μὲν τοῦ ἀλεαίνεσθαι χάριν, ἐκεῖ δὲ τοῦ εἶναι καλοὶ καὶ ἀγαθοὶ ἕνεκα Χριστιανοὶ εἶναι βιαζόμεθα, ὅτι μάλιστα βιαστῶν ἐστιν ἡ βασιλεία, ἐκ ζητήσεως καὶ μαθήσεως καὶ συνασκήσεως τελείας τὸ 6.17.150.1 γενέσθαι βασιλέα καρπουμένων.

Luke 16:19, 31 Stromata οὕτω γὰρ προεθέσπισεν ὁ κατὰ νόμον Μωυσῆς ἀκοῦσαι δεῖν, ἵνα ἐκδεξώμεθα 4.21.130.4 κατὰ τὸν ἀπόστολον πλήρωμα νόμου τὸν Χριστόν. ἐν εὐαγγελίῳ δὲ ἤδη προκόπτει ὁ γνωστικός, οὐ βαθμῷ χρησάμενος τῷ νόμῳ μόνον, συνιεὶς δὲ αὐτὸν καὶ νοήσας ὡς παρέδωκε τοῖς ἀποστόλοις ὁ τὰς 4.21.130.5 διαθήκας δεδωκὼς κύριος.

Luke 17:1, 2 Stromata 3.18.107.2 οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, φησὶν ὁ κύριος· καλὸν ἦν αὐτῷ εἰ μὴ ἐγεννήθη, ἢ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι· κρεῖττον ἦν αὐτῷ περιτεθῆναι μύλον καὶ καταποντισθῆναι εἰς θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι· τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι' αὐτοὺς 3.18.107.3 βλασφημεῖται.

Luke 17:31, 32 Stromata μέγιστον δὲ τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι, ἐν μέσῳ καταστάντας ἀκριβοῦς ἐπιστήμης καὶ προπετοῦς δοξοσοφίας, καὶ γνῶναι ὅτι ὁ τὴν αἰώνιον ἐλπίζων ἀνάπαυσιν γιγνώσκει καὶ τὴν 7.16.93.4 εἴσοδον αὐτῆς ἐπίπονον οὖσαν καὶ τεθλιμμένην. ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ τὸ σωτήριόν φησιν <ἰδών>, ἐν ᾗ ὥρᾳ <ἂν> ἐπιγνῷ, μὴ ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Λὼτ γυνὴ μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω· ἐρίζουσι γὰρ ἁμῇ γέ πῃ, τὸν ὄντα μὴ 7.16.93.5 γινώσκουσαι θεόν.

Luke 18:8 Stromata ὥσπερ δὲ ἦν ἐν ταῖς ἡμέραις Νῶε, ἦσαν γαμοῦντες γαμίζοντες, οἰκοδομοῦντες φυτεύοντες, καὶ ὡς ἦν ἐν ταῖς ἡμέραις Λώτ, οὕτως 3.6.49.5 ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. καὶ ὅτι οὐ πρὸς τὰ ἔθνη λέγει, ἐπιφέρει· ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν 3.6.49.6 πίστιν ἐπὶ τῆς γῆς; καὶ πάλιν·

Luke 18:19 Stromata 5.10.63.8 ὁ μὲν γὰρ μὴ ἔχων γνῶσιν ἀγαθοῦ πονηρός ἐστιν, ὅτι εἷς ἀγαθός, ὁ πατήρ· τὸ δὲ ἀγνοεῖν τὸν πατέρα θάνατός ἐστιν, ὡς τὸ γνῶναι ζωὴ αἰώνιος κατὰ μετουσίαν τῆς τοῦ ἀφθάρτου δυνάμεως. καὶ τὸ μὲν μὴ φθείρεσθαι θειότητος μετέχειν ἐστί, φθορὰν δὲ ἡ ἀπὸ τῆς 5.10.64.1 τοῦ θεοῦ γνώσεως ἀπόστασις παρέχει. πάλιν ὁ προφήτης

Luke 19:8 Stromata 3.4.37.2 ἀπολαύειν. ἀλλὰ καὶ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ λέγοντος ὑμᾶς ἐχρῆν μὴ ἀποδιδόναι ἀντίταξιν ἀντιτάξει, καὶ τὸν κλέπτην
κελεύσαντος τετραπλοῦν ἀποδιδόναι ὑμᾶς ἐχρῆν καὶ προσδοῦναι τῷ κλέπτῃ·

Luke 19:8 - 10 Stromata 4.6.35.2 Ζακχαῖον τοίνυν, οἳ δὲ Ματθίαν φασίν, ἀρχιτελώνην, ἀκηκοότα τοῦ κυρίου καταξιώσαντος πρὸς αὐτὸν γενέσθαι, ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου δίδωμι ἐλεημοσύνην φάναι, κύριε, καὶ εἴ τινός τι ἐσυκοφάντησα, τετραπλοῦν ἀποδίδωμι. ἐφ' οὗ καὶ ὁ σωτὴρ εἶπεν· 4.6.35.3 ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν σήμερον τὸ ἀπολωλὸς εὗρεν. πάλιν τε αὖ θεασάμενος εἰς τὸ γαζοφυλάκιον τὸν μὲν πλούσιον ἀναλόγως τῇ κτήσει βεβληκότα, τὴν δὲ χήραν χαλκοῦς δύο, πλεῖον ἔφη τὴν χήραν βεβληκέναι πάντων·

Luke 20:34 - 35 Stromata ὁ σωτὴρ δὲ οὐ περὶ τεκνοποιίας εἴρηκεν, ἀλλ' εἰς μετάδοσιν κοινωνίας προτρέπων τοὺς κτᾶσθαι μόνον τὴν τοῦ πλούτου περιουσίαν, ἐπικουρεῖν 3.12.87.1 δὲ τοῖς δεομένοις μὴ βουλομένους. διό φησιν· ἐργάζεσθε μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. ὁμοίως δὲ κἀκεῖνο κομίζουσι τὸ ῥητόν· οἱ υἱοὶ τοῦ αἰῶνος ἐκείνου οὔτε γα3.12.87.2 μοῦσιν οὔτε γαμίζονται. ἀλλὰ τὸ ἐρώτημα τοῦτο τὸ περὶ νεκρῶν ἀναστάσεως καὶ τοὺς πυνθανομένους αὐτοὺς ἐὰν ἀναπεμπάσηταί τις, οὐκ ἀποδοκιμάζοντα τὸν γάμον εὑρήσει τὸν κύριον, θεραπεύοντα δὲ 3.12.87.3 τὴν κατὰ τὴν ἀνάστασιν τῆς σαρκικῆς ἐπιθυμίας προσδοκίαν. τὸ δὲ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ' ἐπ' ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις <εἰς> τόνδε τὸν βίον παρελεύσεται, ἀλλ' ἥδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν 3.12.87.4 ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον

Luke 20:36 Stromata 6.13.105.1 Ὁ τοίνυν μετριοπαθήσας τὰ πρῶτα καὶ εἰς ἀπάθειαν μελετήσας αὐξήσας τε εἰς εὐποιίαν γνωστικῆς τελειότητος ἰσάγγελος μὲν ἐνταῦθα· φωτεινὸς δὲ ἤδη καὶ ὡς ὁ ἥλιος λάμπων κατὰ τὴν εὐεργεσίαν σπεύδει τῇ γνώσει τῇ δικαίᾳ δι' ἀγάπης θεοῦ ἐπὶ τὴν ἁγίαν μονὴν καθάπερ οἱ ἀπόστολοι, οὐχ, ὅτι ἦσαν ἐκλεκτοί, γενόμενοι ἀπόστολοι κατά τι φύσεως ἐξαίρετον ἰδίωμα, ἐπεὶ καὶ ὁ Ἰούδας ἐξελέγη σὺν αὐτοῖς, ἀλλ' οἷοί τε ἦσαν ἀπόστολοι γενέσθαι ἐκλεγέντες 6.13.105.2 πρὸς τοῦ καὶ τὰ τέλη προορωμένου

Luke 20:36 Stromata ἣ δέ, εἰς ἀγάπην περαιουμένη, ἐνθένδε ἤδη 7.10.57.5 φίλον φίλῳ τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ παρίστησιν. καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ ἰσάγγελος εἶναι. μετὰ γοῦν τὴν ἐν σαρκὶ τελευταίαν ὑπεροχὴν ἀεὶ κατὰ τὸ προσῆκον ἐπὶ τὸ κρεῖττον μεταβάλλων, εἰς τὴν πατρῴαν αὐλὴν ἐπὶ τὴν κυριακὴν ὄντως διὰ τῆς ἁγίας ἑβδομάδος ἐπείγεται μονήν, ἐσόμενος, ὡς εἰπεῖν, φῶς ἑστὸς καὶ μένον ἀιδίως, πάντῃ πάντως ἄτρεπτον.

Luke 20:36 Stromata 7.12.78.6 ὃ δὲ καὶ μετ' ἀγγέλων εὔχεται, ὡς ἂν ἤδη καὶ ἰσάγγελος, οὐδὲ ἔξω ποτὲ τῆς ἁγίας φρουρᾶς γίνεται· κἂν μόνος εὔχηται, τὸν τῶν ἁγίων χορὸν συνιστάμενον ἔχει.

Luke 20:36 Stromata 7.14.84.2 καὶ δὴ τῆς κατὰ τὸν γνωστικὸν ἡμῖν ὡς εἰπεῖν ἀπαθείας, καθ' ἣν ἡ τελείωσις τοῦ πιστοῦ δι' ἀγάπης εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας προβαίνουσα ἀφικνεῖται, ἐξομοιουμένη θεῷ, ἰσάγγελος ἀληθῶς γενομένη, πολλὰ μὲν καὶ ἄλλα ἐκ γραφῆς μαρτύρια ἔπεισι παρατίθεσθαι, ἄμεινον δὲ οἶμαι ὑπερθέσθαι τὴν τοιαύτην φιλοτιμίαν διὰ τὸ μῆκος τοῦ λόγου, τοῖς πονεῖν ἐθέλουσι καὶ προσεκπονεῖν τὰ δό7.14.84.3 γματα κατ' ἐκλογὴν τῶν γραφῶν ἐπιτρέψαντα. μιᾶς δ' οὖν διὰ βραχυτάτων ἐπιμνησθήσομαι, ὡς μὴ ἀνεπισημείωτον παραλιπεῖν τὸν τόπον.

Luke 21:12 Stromata 6.18.167.5 ἣ δὲ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ ὡς ἀνθρωπίνη ἀποθνῄσκει διδασκαλία οὐδ' ὡς ἀσθενὴς μαραίνεται δωρεά (οὐδεμία γὰρ ἀσθενὴς δωρεὰ θεοῦ), μένει δὲ ἀκώλυτος, διωχθήσεσθαι 6.18.168.1 εἰς τέλος προφητευθεῖσα.

Luke 22:31 - 32 Stromata 4.9.74.4 αὐτίκα ὁ Ποιμήν φησιν· ἐκφεύξεσθε τὴν ἐνέργειαν τοῦ ἀγρίου θηρίου, ἐὰν ἡ καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἄμωμος. ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς λέγει σινιάσαι· ἐγὼ δὲ παρῃ4.9.75.1 τησάμην.
Post Reply