I am not sure who is right. It's very difficult to read but ἐπιστομίσαι is more correct grammatically. ἐπιστομίσαι is the aorist infinitive form of the verb ἐπιστομίζω (to silence), which is appropriate in this construction. ἐπιστομίσας would be the aorist participle, which does not fit well in this context following ἐποίησας (you did/well done). Thus, ἐπιστομίσαι is grammatically correct.
Οὗτοι γὰρ οἱ προφητευθέντες ἀστέρες πλανῆται, οἱ ἀπὸ τῆς στενῆς τῶν ἐντολῶν ὁδοῦ εἰς ἀπέρατον ἄβυσσον πλανώμενοι τῶν σαρκικῶν καὶ ἐνσωμάτων ἁμαρτιῶν.
Tselikas Πεφυσιωμένοι γὰρ εἰς γνῶσιν, ὡς λέγουσιν, τῶν βαθέων τοῦ Σατανᾶ, λανθάνουσιν εἰς τὸν ζόφον τοῦ σκότους τοῦ ψεύδους ἑαυτοὺς ἀποῤῥίπτοντες καὶ καυχώμενοι ἐλευθέρους εἶναι δοῦλοι γεγόνασιν ἀνδραποδώδων ἐπιθυμιῶν.
Smith Πεφυσιωμένοι γὰρ εἰς γνῶσιν, ὡς λέγουσι, τῶν βαθέων τοῦ Σατανᾶ, λανθάνουσιν εἰς τὸν ζόφον τοῦ σκότους τοῦ ψεύδους ἑαυτοὺς ἀποῤῥίπτοντες καὶ καυχώμενοι ἐλευθέρους εἶναι δοῦλοι γεγόνασιν ἀνδραποδώδων ἐπιθυμιῶν.
Both are grammatically correct but Smith's reading is right.
Τούτοις οὖν ἀντιστατέον πάντῃ τε καὶ πάντως.
Tselikas Εἰ γὰρ καὶ το ἀληθὲς λέγοιεν, οὐδ᾽ οὕτω συμφωνοίη ἂν αὐτοῖς ὁ τῆς ἀληθείας ἐραστής.
Smith Εἰ γὰρ καὶ τι ἀληθὲς λέγοιεν, οὐδ᾽ οὕτω συμφωνοίη ἂν αὐτοῖς ὁ τῆς ἀληθείας ἐραστής.
Both are grammatically correct. Smith's transcription is right.
Οὐδὲ γὰρ πάντα τἀληθῆ ἀλήθεια, οὐδὲ τὴν κατὰ τὰς ἀνθρωπίνας δόξας φαινομένην ἀλήθειαν προκριτέον τῆς ἀληθοῦς ἀληθείας τῆς κατὰ τὴν πίστιν.
Τῶν τοίνυν θρυλουμένων περὶ τοῦ θεοπνεύστου κατὰ Μάρκον εὐαγγελίου, τὰ μὲν ψεύδεται παντελῶς, τὰ δέ, εἰ καὶ ἀληθῆ τινα περιέχει, οὐδ᾽ οὕτως ἀληθῶς παραδίδοται.
Συγκεκραμένα γὰρ τἀληθῆ τοῖς πλάσμασι παραχαράσσεται ὥστε, τοῦτο δὴ τὸ λεγόμενον, καὶ τὸ ἅλας μωρανθῆναι. Ὁ γοὖν Μάρκος, κατὰ τὴν τοῦ Πέτρου ἐν Ῥώμῃ
διατριβήν, ἀνέγραψε τὰς πράξεις τοῦ Κυρίου· οὐ μέντοι πάσας ἐξαγγέλλων, οὐδὲ μὴν τὰς μυστικὰς ὑποσημαίνων, ἀλλ᾽ ἐκλεγόμενος ἃς χρησιμωτάτας ἐνόμισε πρὸς αὔξησιν τῆς τῶν κατηχουμένων πίστεως. Τοῦ δὲ Πέτρου μαρτυρήσαντος παρῆλθεν εἰς Ἀλεξάνδρειαν ὁ Μάρκος κομίζων καὶ τα ταυτοῦ καὶ τὰ τοῦ Πέτρου ὑπομνήματα, ἐξ ὧν μεταφέρων εἰς τὸ πρῶτον αὐτοῦ βιβλίον τὰ τοῖς προκόπτουσι περὶ τὴν γνῶσιν κατάλληλα συνέταξε πνευματικώτερον εὐαγγέλιον εἰς τὴν τῶν τελειουμένων χρῆσιν. Οὐδέπω ὅμως αὐτὰ τὰ ἀπόῤῥητα ἐξωρχήσατο, οὐδὲ κατέγραψε τὴν ἱεροφαντικὴν διδασκαλίαν τοῦ Κυρίου, ἀλλὰ ταῖς προγεγραμμέναις πράξεσιν ἐπιθεὶς καὶ ἄλλας. Ἔτι προσεπήγαγε λόγιά τινα ὧν ἠπίστατο τὴν ἐξήγησιν μυσταγωγήσειν τοὺς ἀκροατὰς εἰς τὸ ἄδυτον τῆς ἑπτάκις κεκαλυμμένης ἀληθείας. Οὕτως οὖν προπαρεσκεύασεν, οὐ φθονερῶς οὐδ᾽ ἀπροφυλάκτως, ὡς ἐγὼ οἶμαι, καὶ ἀποθνήσκων κατέλιπε τὸ αὐτοῦ σύγγραμμα τῇ ἐκκλησίᾳ τῇ ἐν Ἀλεξανδρείᾳ, ὅπου εἰσέτι νῦν ἀσφαλῶς εὖ μάλα τηρεῖται, ἀναγινωσκόμενον πρὸς αὐτοὺς μόνους τοὺς μυουμένους τὰ μεγάλα μυστήρια.
Tselikas Τῶν δὲ μιαρῶν δαιμόνων ὄλεθρον τῷ τῶν ἀνθρώπων γένει πάντοτε μηχανώντων, ὁ Καρποκράτης, ὑπ᾽ αὐτῶν διδαχθεὶς καὶ ἀπατηλοῖς τέχναις χρησάμενος οὕτω πρεσβύτερόν τινα τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας κατεδούλωσεν, ὥστε παρ᾽ αὐτοῦ ἐκόμισεν ἀπόγραφον τοῦ μυστικοῦ εὐαγγελίου, ὁ καὶ ἐξηγήσατο κατὰ τὴν βλασφημὸν καὶ σαρκικὴν αὐτοῦ δόξα.
Smith Τῶν δὲ μιαρῶν δαιμόνων ὄλεθρον τῷ τῶν ἀνθρώπων γένει πάντοτε μηχανώντων, ὁ Καρποκράτης, ὑπ᾽ αὐτῶν διδαχθεὶς καὶ ἀπατηλοῖς τέχναις χρησάμενος οὕτω πρεσβύτερόν τινα τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας κατεδούλωσεν, ὥστε παρ᾽ αὐτοῦ ἐκόμισεν ἀπόγραφον τοῦ μυστικοῦ εὐαγγελίου, ὁ καὶ ἐξηγήσατο κατὰ τὴν βλάσφημον καὶ σαρκικὴν αὐτοῦ δόξαν.
Tselikas is right. Smith misaccents βλασφημὸν.
Tselikas is right about δόξα.
Ἔτι δὲ καὶ ἐμίανε ταῖς ἀχράντοις καὶ ἁγίαις λέξεσιν ἀναμιγνὺς ἀναιδέστατα ψεύσματα. Τοῦ δὲ κράματος τούτου ἐξαντλῆται τὸ τῶν Καρποκρατιανῶν δόγμα. Τούτοις οὖν, καθὼς καὶ προείρηκα, οὐδέποτε εἰκτέον, οὐδὲ προτείνουσιν αὐτοῖς τὰ
κατεψευσμένα συγχωρητέον τοῦ Μάρκου εἶναι τὸ μυστικὸν εὐαγγέλιον, ἀλλὰ καὶ μεθ᾽ ὅρκου ἀρνητέον. Οὐ γὰρ ἅπασι πάντα ἀληθῆ λεκτέον. Διὰ τοῦτο ἡ σοφία τοῦ Θεοῦ διὰ Σολομῶντος παραγγέλλει, ἀποκρίνου τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ, πρὸς τοὺς τυφλοὺς τὸν νοῦν τὸ φῶς τῆς ἀληθείας δεῖν ἐπικρύπτεσθαι διδάσκουσα. Αὐτίκα φησί, τοῦ δὲ μὴ ἔχοντος ἀρθήσεται, καὶ ὁ μωρὸς ἐν σκότει πορευέσθω. Ἡμεῖς δὲ υἱοὶ φωτός ἐσμεν, πεφωτισμένοι τῇ ἐξ ὕψους ἀνατολῇ τοῦ πνεύματος τοῦ Κυρίου. Οὗ δὲ τὸ πνεῦμα τοῦ Κυρίου, φησίν, ἐκεῖ ἐλευθερία. Πάντα γὰρ καθαρὰ τοῖς καθαροῖς. Σοὶ τοίνυν οὐκ ὀκνήσω τὰ ἠρωτημένα ἀποκρίνασθαι δι᾽ αὐτῶν τοῦ εὐαγγελίου λέξεων τὰ κατεψευσμένα ἐλέγχων. Ἀμέλει μετὰ τὸ ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ τὰ ἑξῆς ἕως, μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. Ὧδε ἐπιφέρει κατὰ λέξιν, καὶ ἔρχονται εἰς Βηθανίαν καὶ ἦν ἐκεῖ μία γυνὴ ἧς ὁ ἀδελφὸς αὐτῆς ἀπέθανεν. Καὶ ἐλθοῦσα προσεκύνησε τὸν Ἰησοῦν καὶ λέγει αὐτῷ, «Υἱὲ Δαβὶδ ἐλέησόν με». Οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτῇ.
Tselikas Καὶ ὀργισθεὶς ὁ Ἰησοῦς ἀπῆλθεν μετ᾽ αὐτῆς εἰς τὸν κῆπον ὅπου ἦν τὸ μνημεῖον, καὶ εὐθὺς ἠκούσθη ἐκ τοῦ μνημείου φωνὴ μεγάλη, καὶ προσελθὼν ὁ Ἰησοῦς ἀπ᾽ἐκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ εἰσελθὼν εὐθὺς ὅπου ἦν ὁ νεανίσκος ἐξέτεινεν τὴν χεῖρα καὶ ἤγειρεν αὐτὸν κρατήσας τῆς χειρός, ὁ δὲ νεανίσκος ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ ἤρξατο παρακαλεῖν αὐτὸν ἵνα μετ᾽ αὐτοῦ ᾖ.
Smith Καὶ ὀργισθεὶς ὁ Ἰησοῦς ἀπῆλθεν μετ᾽ αὐτῆς εἰς τὸν κῆπον ὅπου ἦν τὸ μνημεῖον, καὶ εὐθὺς ἠκούσθη ἐκ τοῦ μνημείου φωνὴ μεγάλη, καὶ προσελθὼν ὁ Ἰησοῦς ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ εἰσελθὼν εὐθὺς ὅπου ἦν ὁ νεανίσκος ἐξέτεινεν τὴν χεῖρα καὶ ἤγειρεν αὐτὸν κρατήσας τῆς χειρός, ὁ δὲ νεανίσκος ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ ἤρξατο παρακαλεῖν αὐτὸν ἵνα μετ᾽ αὐτοῦ ᾖ.
Tselikas is right it's ἀπ᾽ἐκύλισε. Smith missed the apostrophe and the accent.
Καὶ ἐξελθόντες ἐκ τοῦ μνημείου ἦλθον εἰς τὴν οἰκίαν τοῦ νεανίσκου, ἦν γὰρ πλούσιος. Καὶ μεθ᾽ ἡμέρας ἓξ ἐπέταξεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ὀψίας γενομένης ἔρχεται ὁ νεανίσκος πρὸς αὐτὸν περιβεβλημένος σινδόνα ἐπὶ γυμνῷ, καὶ ἔμεινε σὺν αὐτῷ τὴν νύκτα ἐκείνην. Ἐδίδασκε γὰρ αὐτὸν ὁ Ἰησοῦς τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ. Ἐκεῖθεν δὲ ἀναστὰς ἐπέστρεψεν εἰς τὸ πέραν τοῦ Ἰορδάνου.
Tselikas Ἐπὶ μὲν τούτοις ἕπεται τὸ καὶ προσεπορεύοντο αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης καὶ πᾶσα ἡ περικοπή.
Smith Ἐπὶ μὲν τούτοις ἕπεται τὸ καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης καὶ πᾶσα ἡ περικοπή.
Smith is right about the ται but I don't see the accented ύ.

Τὸ δὲ γυμνοὶ γυμνῷ καὶ τἆλλα περὶ ὧν ἔγραψας οὐκ εὑρίσκεται.
Tselikas is right about γυμνοὶ.
Tselikas Μετὰ δὲ τὸ καὶ ἔρχεται εἰς Ἱεριχὼ ἐπάγει μόνον, καὶ ἦσαν ἐκεῖ ἡ ἀδελφὴ τοῦ νεανίσκου, ὃν ἠγάπα αὐτὸν ὁ Ἰησοῦς, καὶ ἡ μήτηρ αὐτοῦ καὶ Σαλώμη, καὶ οὐκ ἀπεδέξατο αὐτὰς ὁ Ἰησοῦς.
Smith Μετὰ δὲ τὸ καὶ ἔρχεται εἰς Ἱεριχώ ἐπάγει μόνον, καὶ ἦσαν ἐκεῖ ἡ ἀδελφὴ τοῦ νεανίσκου, ὃν ἠγάπα αὐτὸν ὁ Ἰησοῦς, καὶ ἡ μήτηρ αὐτοῦ καὶ Σαλώμη, καὶ οὐκ ἀπεδέξατο αὐτὸν ὁ Ἰησοῦς.
Tselikas is right about Ἱεριχὼ. Smith is right about αὐτὸν. Tselikas's mistakes are incredible.
Τὰ δὲ ἄλλα τὰ πολλὰ ἃ ἔγραψας ψεύσματα καὶ φαίνεται καὶ ἔστιν. Ἡ μὲν οὖν ἀληθὴς καὶ κατὰ τὴν ἀληθῆ φιλοσοφίαν ἐξήγησις




